Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8 Joseph. AJ 9 (English) >>Joseph. AJ 10

9.1

Ἰωσαφάτῃ note δὲ τῷ βασιλεῖ παραγενομένῳ εἰς Ἱεροσόλυμα ἀπὸ τῆς συμμαχίας τῆς πρὸς Ἄχαβον τὸν τῶν Ἰσραηλιτῶν βασιλέα, ἣν Ἄδερι τῷ Σύρων πολεμοῦντι βασιλεῖ παρασχὼν ἦν ὡς προειρήκαμεν, Ἰηοῦς προφήτης συντυχὼν ᾐτιᾶτο τῆς πρὸς Ἄχαβον συμμαχίας ἄνθρωπον ἀσεβῆ καὶ πονηρόν· τὸν γὰρ θεὸν ἀηδῶς μὲν ἐπὶ τούτῳ διατεθῆναι, ῥύσασθαι μέντοι καίπερ ἡμαρτηκότα διὰ τὴν ἰδίαν αὐτοῦ φύσιν οὖσαν ἀγαθὴν ἔλεγεν ἐκ τῶν πολεμίων. 9.2καὶ τότε μὲν ἐπʼ εὐχαριστίας καὶ θυσίας βασιλεὺς τρέπεται τοῦ θεοῦ· μετὰ ταῦτα δὲ τὴν χώραν ὥρμησεν περιερχόμενος ἐν κύκλῳ πᾶσαν ὅσης αὐτὸς ἐπῆρχε τὸν λαὸν ἐκδιδάσκειν τά τε νόμιμα τὰ διὰ Μωσήους ὑπὸ θεοῦ δοθέντα καὶ τὴν εὐσέβειαν τὴν πρὸς αὐτόν. 9.3καὶ δικαστὰς ἀποδείξας ἐν ἑκάστῃ πόλει τῶν βασιλευομένων ὑπʼ αὐτοῦ παρεκελεύσατο μηδενὸς οὕτως ὡς τοῦ δικαίου προνοουμένους κρίνειν τοῖς ὄχλοις μήτε δώρων μήτε ἀξιώματος τῶν ἐν ὑπεροχῇ διὰ πλοῦτον γένος εἶναι δοκούντων, βραβεύειν δὲ ἅπασι τὸ ἴσον ἐπισταμένους, ὅτι καὶ τῶν κρύφα πραττομένων ἕκαστον θεὸς βλέπει. 9.4ταῦτα διδάξας κατὰ πόλιν ἑκάστην τῶν δύο φυλῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα, κατέστησε δὲ καὶ ἐν τούτοις κριτὰς ἐκ τῶν ἱερέων καὶ τῶν Ληουιτῶν καὶ τῶν τὰ πρῶτα τοῦ πλήθους φερομένων παραινέσας ἐπιμελεῖς καὶ δικαίας ποιεῖσθαι πάσας τὰς κρίσεις· 9.5ἂν δὲ περὶ μειζόνων διαφορὰν ἔχοντες τῶν ὁμοφύλων τινὲς ἐκ τῶν ἄλλων πρὸς αὐτοὺς πέμψωσι πόλεων, τούτοις δὲ μετὰ πλείονος σπουδῆς ἀποφαίνεσθαι δικαίως περὶ τῶν πραγμάτων· μάλιστα γὰρ τὰς ἐν ταύτῃ τῇ πόλει κρίσεις, ἐν τόν τε ναὸν εἶναι τοῦ θεοῦ συμβέβηκε καὶ δίαιταν βασιλεὺς ἔχει, προσῆκε σπουδαίας εἶναι καὶ δικαιοτάτας. 9.6ἄρχοντας δʼ αὐτῶν ἀποδείκνυσιν Ἀμασίαν τὸν ἱερέα καὶ Ζαβαδίαν ἐκ τῆς Ἰούδα φυλῆς ἑκατέρους. καὶ μὲν βασιλεὺς τοῦτον τὸν τρόπον διέτασσε τὰ πράγματα. 9.7

Κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἐστράτευον ἐπʼ αὐτὸν Μωαβῖται καὶ Ἀμμανῖται συμπαραλαβόντες καὶ Ἀράβων μεγάλην μοῖραν, καὶ καταστρατοπεδεύονται πρὸς Ἐγγάδῃ πόλει κειμένῃ πρὸς τῇ Ἀσφαλτίδι λίμνῃ τριακοσίους ἀπεχούσῃ σταδίους τῶν Ἱεροσολύμων· γεννᾶται δʼ ἐν αὐτῇ φοῖνιξ κάλλιστος καὶ ὀποβάλσαμον. 9.8ἀκούσας δʼ Ἰωσαφάτης, ὅτι τὴν λίμνην διαβάντες οἱ πολέμιοι ἐμβεβλήκασιν ἤδη εἰς τὴν βασιλευομένην ὑπʼ αὐτοῦ χώραν, δείσας εἰς ἐκκλησίαν συνάγει τὸν δῆμον τῶν Ἱεροσολυμιτῶν εἰς τὸ ἱερόν, καὶ στὰς κατὰ πρόσωπον τοῦ ναοῦ ηὔχετο καὶ ἐπεκαλεῖτο τὸν θεὸν παρασχεῖν αὐτῷ δύναμιν καὶ ἰσχύν, ὥστε τιμωρήσασθαι τοὺς ἐπιστρατεύσαντας· 9.9καὶ γὰρ τοῦτο δεηθῆναι τοὺς τὸ ἱερὸν κατασκευασαμένους αὐτοῦ, ὅπως ὑπερμάχηται τῆς πόλεως ἐκείνης καὶ τοὺς ἐπʼ αὐτὸ τολμήσαντας ἐλθεῖν ἀμύνηται, οἳ τὴν ὑπʼ αὐτοῦ δοθεῖσαν γῆν εἰς κατοίκησιν ἀφελέσθαι πάρεισιν αὐτούς. ταῦτʼ εὐχόμενος ἐδάκρυε καὶ σύμπαν δὲ τὸ πλῆθος γυναιξὶν ἅμα καὶ τέκνοις ἱκέτευεν. 9.10Ἰαζίηλος δέ τις προφήτης παρελθὼν εἰς μέσην τὴν ἐκκλησίαν ἀνεβόησε τῷ τε πλήθει λέγων καὶ τῷ βασιλεῖ, τὸν θεὸν ἐπακοῦσαι τῶν εὐχῶν καὶ πολεμήσειν αὐτὸν τοῖς ἐχθροῖς ἐπαγγέλλεσθαι. προσέταξε δὲ τῇ ἐπιούσῃ τὴν στρατιὰν ἐξελάσαντα τοῖς πολεμίοις ὑπαντᾶν· 9.11εὑρήσειν γὰρ αὐτοὺς ἐπὶ τῆς μεταξὺ Ἱεροσολύμων καὶ Ἐγγάδης ἀναβάσεως λεγομένης δʼ Ἐξοχῆς· καὶ μὴ συμβαλεῖν μὲν αὐτοῖς, στάντας δὲ μόνον ὁρᾶν, πῶς αὐτοῖς μάχεται τὸ θεῖον. τοῦ δὲ προφήτου ταῦτʼ εἰπόντος μὲν βασιλεὺς καὶ τὸ πλῆθος πεσόντες ἐπὶ πρόσωπον ηὐχαρίστουν τῷ θεῷ καὶ προσεκύνουν, οἱ δὲ Ληουῖται τοῖς ὀργάνοις διετέλουν ὑμνοῦντες. 9.12

Ἅμα δʼ ἡμέρᾳ προελθὼν βασιλεὺς εἰς τὴν ἔρημον τὴν ὑποκάτω Θεκώας πόλεως ἔλεγε πρὸς τὸ πλῆθος, ὡς δεῖ πιστεύειν τοῖς ὑπὸ τοῦ προφήτου εἰρημένοις καὶ μὴ παρατάσσεσθαι μὲν αὐτοὺς εἰς μάχην, προστησαμένους δὲ τοὺς ἱερεῖς μετὰ τῶν σαλπίγγων καὶ Ληουιτῶν εὐχαριστεῖν ὡς ἤδη ῥυσαμένῳ τὴν χώραν ἡμῶν παρὰ τῶν πολεμίων. 9.13ἤρεσε δὲ τοῦ βασιλέως γνώμη, καὶ ἅπερ συνεβούλευσε ταῦτʼ ἔπραττον. δὲ θεὸς εἰς φόβον ἐνέβαλε καὶ ταραχὴν τοὺς Ἀμμανίτας· οἱ δὲ δόξαντες ἀλλήλους πολεμίους ἀπέκτεινον, ὡς ἐκ τῆς τοσαύτης στρατιᾶς ἀνασωθῆναι μηδένα. 9.14Ἰωσαφάτης δὲ ἀποβλέψας εἰς τὴν φάραγγα, ἐν συνέβαινʼ ἐστρατοπεδευκέναι τοὺς πολεμίους, καὶ πλήρη νεκρῶν ἰδὼν ἥσθη μὲν ἐπὶ τῷ παραδόξῳ τῆς τοῦ θεοῦ βοηθείας, ὅτι μηδὲ πονήσασιν αὐτοῖς αὐτὸς διʼ αὑτοῦ τὴν νίκην ἔδωκεν, ἐπέτρεψε δὲ τῇ στρατιᾷ διαρπάσαι τὴν παρεμβολὴν τῶν ἐχθρῶν καὶ σκυλεῦσαι τοὺς νεκρούς. 9.15καὶ οἱ μὲν ἐπὶ τρεῖς ἡμέρας σκυλεύοντες ἔκαμον· τοσοῦτον ἦν τὸ τῶν ἀνῃρημένων πλῆθος· τῇ τετάρτῃ δὲ συναθροισθεὶς πᾶς λαὸς εἴς τινα κοῖλον καὶ φαραγγώδη τόπον τὴν τοῦ θεοῦ δύναμιν καὶ τὴν συμμαχίαν εὐλόγησαν, ἀφʼ οὗ καὶ προσηγορίαν ἔσχεν τόπος κοιλὰς εὐλογίας. 9.16

Ἐκεῖθεν δὲ ἀναγαγὼν τὴν στρατιὰν βασιλεὺς εἰς Ἱεροσόλυμα τρέπεται πρὸς εὐωχίαν καὶ θυσίας ἐπὶ πολλὰς ἡμέρας. μετὰ μέντοι γε τὴν τῶν πολεμίων αὐτοῦ διαφθορὰν ἀκουσθεῖσαν τοῖς ἀλλοφύλοις ἔθνεσι πάντες οὗτοι κατεπλάγησαν αὐτόν, ὡς φανερῶς αὐτῷ τοῦ θεοῦ τὸ λοιπὸν συμμαχοῦντος. καὶ Ἰωσαφάτης μὲν ἔκτοτε μετὰ λαμπρᾶς δόξης ἐπί τε δικαιοσύνῃ καὶ τῇ πρὸς τὸ θεῖον εὐσεβείᾳ διῆγεν· 9.17ἦν δὲ φίλος καὶ τῷ τοῦ Ἀχάβου παιδὶ βασιλεύοντι τῶν Ἰσραηλιτῶν, πρὸς ὃν κοινωνήσας ἐπὶ κατασκευῇ νεῶν εἴς τε Πόντον πλεουσῶν καὶ τὰ ἐπὶ Θρᾴκης ἐμπόρια διήμαρτε τοῦ κτήματος· ὑπὸ γὰρ μεγέθους ἀπώλετο τὰ σκάφη· καὶ διὰ τοῦτο οὐκέτι περὶ ναῦς ἐφιλοτιμήσατο. τὰ μὲν οὖν περὶ τὸν Ἱεροσολύμων βασιλέα Ἰωσαφάτην οὕτως εἶχεν. 9.18

δʼ Ἀχάβου παῖς Ὀχοζίας ἐβασίλευε τῶν Ἰσραηλιτῶν ἐν Σαμαρείᾳ ποιούμενος τὴν δίαιταν, πονηρὸς ὢν καὶ πάντα ὅμοιος τοῖς γονεῦσιν ἀμφοτέροις καὶ Ἱεροβοάμῳ τῷ πρώτῳ παρανομήσαντι καὶ τὸν λαὸν ἀπατᾶν ἀρξαμένῳ. 9.19τὴν δὲ βασιλείαν ἔτος ἤδη δεύτερον ἔχοντος τῶν Μωαβιτῶν ἀφίσταται βασιλεὺς αὐτοῦ καὶ τοὺς φόρους, οὓς ἔμπροσθεν ἐτέλει τῷ πατρὶ αὐτοῦ Ἀχάβῳ, χορηγῶν ἐπαύσατο. συνέβη δὲ τὸν Ὀχοζίαν καταβαίνοντα ἀπὸ τοῦ τέγους τῆς οἰκίας κατενεχθῆναι καὶ νοσήσαντα πέμψαι πρὸς τὴν Ἀκκάρων θεὸν Μυῖαν, τοῦτο γὰρ ἦν ὄνομα τῇ θεῷ, πυνθάνεσθαι περὶ τῆς σωτηρίας. 9.20φανεὶς δὲ τῶν Ἑβραίων θεὸς Ἠλίᾳ τῷ προφήτῃ προσέταξεν αὐτῷ τοῖς πεμφθεῖσιν ἀγγέλοις ὑπαντήσαντι πυνθάνεσθαι αὐτῶν, εἰ θεὸν Ἰσραηλιτῶν λαὸς ἴδιον οὐκ ἔχει, ὅτι πέμπει πρὸς τὸν ἀλλότριον βασιλεὺς αὐτῶν περὶ τῆς σωτηρίας ἐρησομένους, κελεῦσαί τε αὐτοὺς ὑποστρέψαι καὶ φράσαι τῷ βασιλεῖ, ὅτι μὴ διαφεύξεται τὴν νόσον. 9.21τοῦ δὲ Ἠλία ποιήσαντος προσέταξεν θεὸς ἀκούσαντες οἱ ἄγγελοι τὰ παρʼ αὐτοῦ παραχρῆμα ὑπέστρεψαν πρὸς τὸν βασιλέα. θαυμάζοντος δὲ τὸ τάχος τῆς ἐπανόδου καὶ τὴν αἰτίαν ἐρωτήσαντος ἔφασαν ἀπαντῆσαί τινα αὐτοῖς ἄνθρωπον καὶ κωλῦσαι μὲν προσωτέρω χωρεῖν, ἀναστρέψαντας δέ σοι λέγειν ἐξ ἐντολῆς τοῦ Ἰσραηλιτῶν θεοῦ, 9.22ὅτι κάκιον ἕξει νόσος.” τοῦ δὲ βασιλέως σημαίνειν αὐτῷ τὸν ταῦτʼ εἰρηκότα κελεύσαντος, ἄνθρωπον ἔλεγον δασὺν καὶ ζώνην περιειλημμένον δερματίνην. συνεὶς δὲ ἐκ τούτων Ἠλίαν εἶναι τὸν σημαινόμενον ὑπὸ τῶν ἀγγέλων πέμψας πρὸς αὐτὸν ταξίαρχον καὶ πεντήκοντα ὁπλίτας ἀχθῆναι αὐτὸν ἐκέλευσεν. 9.23εὑρὼν δὲ τὸν Ἠλίαν πεμφθεὶς ταξίαρχος ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους καθεζόμενον καταβάντα ἥκειν ἐκέλευε πρὸς τὸν βασιλέα· κελεύειν γὰρ τοῦτο ἐκεῖνον· εἰ δὲ μὴ θελήσειεν, ἄκοντα βιάσεσθαι. δὲ εἰπὼν πρὸς αὐτὸν ἐπὶ πείρᾳ τοῦ προφήτης ἀληθὴς ὑπάρχειν εὔξεσθαι πῦρ ἀπʼ οὐρανοῦ πεσὸν ἀπολέσαι τούς τε στρατιώτας καὶ αὐτὸν εὔχεται, καὶ πρηστὴρ κατενεχθεὶς διαφθείρει τόν τε ταξίαρχον καὶ τοὺς σὺν αὐτῷ. 9.24τῆς δὲ ἀπωλείας τῆς τούτων δηλωθείσης τῷ βασιλεῖ παροξυνθεὶς ἄλλον ταξίαρχον πέμπει ἐπὶ τὸν Ἠλίαν σὺν ὁπλίταις τοσούτοις, ὅσοις καὶ τὸν πρότερον συναπέστειλεν. ἀπειλήσαντος δὲ καὶ τούτου τῷ προφήτῃ βίᾳ λαβόντα ἄξειν αὐτὸν εἰ μὴ κατέλθοι βουλόμενος, εὐξαμένου κατʼ αὐτοῦ πῦρ διεχρήσατο καθὼς καὶ τὸν πρὸ αὐτοῦ ταξίαρχον. 9.25πυνθανόμενος δὲ καὶ τὰ περὶ τοῦτον βασιλεὺς τρίτον ἐξέπεμψεν. δὲ φρόνιμος ὢν καὶ λίαν ἐπιεικὴς τὸ ἦθος ἐλθὼν ἐπὶ τὸν τόπον, οὗ συνέβαινεν εἶναι τὸν Ἠλίαν, φιλοφρόνως προσεῖπεν αὐτόν· γινώσκειν δʼ ἔλεγεν, ὅτι μὴ βουλόμενος βασιλικῷ διακονῶν προστάγματι παρείη πρὸς αὐτόν, καὶ οἱ πρὸ αὐτοῦ πεμφθέντες οὐχ ἑκόντες ἀλλὰ κατὰ τὴν αὐτὴν αἰτίαν ἦλθον· ἐλεῆσαι τοιγαροῦν αὐτὸν ἠξίου τούς τε σὺν αὐτῷ παρόντας ὁπλίτας καὶ καταβάντα ἕπεσθαι πρὸς τὸν βασιλέα. 9.26ἀποδεξάμενος δὲ τὴν δεξιότητα τῶν λόγων καὶ τὸ ἀστεῖον τοῦ ἤθους Ἠλίας καταβὰς ἠκολούθησε. παραγενόμενος δὲ πρὸς τὸν βασιλέα προεφήτευσεν αὐτῷ καὶ τὸν θεὸν ἐδήλου λέγειν· “ἐπειδὴ κατέγνως μὲν αὐτοῦ ὡς οὐκ ὄντος θεοῦ καὶ περὶ τῆς νόσου οὐ τἀληθὲς προειπεῖν δυναμένου, πρὸς δὲ τὸν Ἀκκαρωνιτῶν ἔπεμπες παρʼ αὐτοῦ πυνθανόμενος ποδαπὸν ἔσται σοι τῆς νόσου τέλος, γίνωσκε ὅτι τεθνήξῃ.” 9.27

Καὶ μὲν ὀλίγου σφόδρα χρόνου διελθόντος καθὼς προεῖπεν Ἠλίας ἀπέθανε, διαδέχεται δʼ αὐτοῦ τὴν βασιλείαν ἀδελφὸς Ἰώραμος· ἄπαις γὰρ κατέστρεψε τὸν βίον. δὲ Ἰώραμος οὗτος τῷ πατρὶ Ἀχάβῳ τὴν πονηρίαν παραπλήσιος γενόμενος ἐβασίλευσεν ἔτη δώδεκα πάσῃ παρανομίᾳ χρησάμενος καὶ ἀσεβείᾳ πρὸς τὸν θεόν· παρεὶς γὰρ τοῦτον θρησκεύειν τοὺς ξενικοὺς ἐσέβετο· 9.28ἦν δὲ τἆλλα δραστήριος. κατʼ ἐκεῖνον δὲ τὸν καιρὸν Ἠλίας ἐξ ἀνθρώπων ἠφανίσθη καὶ οὐδεὶς ἔγνω μέχρι τῆς σήμερον αὐτοῦ τὴν τελευτήν· μαθητὴν δὲ Ἐλισσαῖον κατέλιπεν, ὡς καὶ πρότερον ἐδηλώσαμεν. περὶ μέντοι γε Ἠλία καὶ Ἐνώχου τοῦ γενομένου πρὸ τῆς ἐπομβρίας ἐν ταῖς ἱεραῖς ἀναγέγραπται βίβλοις, ὅτι γεγόνασιν ἀφανεῖς, θάνατον δʼ αὐτῶν οὐδεὶς οἶδεν. 9.29

Παραλαβὼν δὲ τὴν βασιλείαν Ἰώραμος ἐπὶ τὸν Μωαβιτῶν ἔγνω στρατεύειν βασιλέα Μεισὰν ὄνομα· τοῦ γὰρ ἀδελφοῦ αὐτοῦ, καθὼς προείπαμεν, ἔτυχεν ἀποστὰς φόρους τελῶν Ἀχάβῳ τῷ πατρὶ αὐτοῦ μυριάδας εἴκοσι προβάτων σὺν τοῖς πόκοις. 9.30συναθροίσας οὖν τὴν οἰκείαν δύναμιν ἔπεμψε πρὸς Ἰωσαφάτην παρακαλῶν αὐτόν, ἐπεὶ φίλος ἀπʼ ἀρχῆς ὑπῆρχεν αὐτοῦ τῷ πατρί, συμμαχῆσαι πόλεμον ἐπὶ τοὺς Μωαβίτας ἐκφέρειν μέλλοντι ἀποστάντας αὐτοῦ τῆς βασιλείας. δʼ οὐ μόνον αὐτὸς βοηθήσειν ὑπέσχετο, ἀλλὰ καὶ τὸν Ἰδουμαίων βασιλέα συναναγκάσειν ὄντα ὑφʼ ἑαυτὸν συστρατεύσασθαι. 9.31Ἰώραμος δὲ τοιούτων αὐτῷ τῶν παρὰ Ἰωσαφάτου περὶ τῆς συμμαχίας κομισθέντων ἀναλαβὼν αὑτοῦ τὴν στρατιὰν ἧκεν εἰς Ἱεροσόλυμα, καὶ ξενισθεὶς λαμπρῶς ὑπὸ τοῦ βασιλέως τῶν Ἱεροσολυμιτῶν, δόξαν αὐτοὺς διὰ τῆς ἐρήμου τῆς Ἰδουμαίας ποιήσασθαι τὴν πορείαν ἐπὶ τοὺς πολεμίους, οὐ γὰρ προσδοκήσειν αὐτοὺς ταύτῃ ποιήσεσθαι τὴν ἔφοδον, ὥρμησαν οἱ τρεῖς βασιλεῖς ἐκ τῶν Ἱεροσολύμων, τε τούτων αὐτῶν καὶ τῶν Ἰσραηλιτῶν καὶ τῆς Ἰδουμαίας, 9.32καὶ κυκλεύσαντες ἑπτὰ ἡμερῶν ὁδὸν εἰς ἀπορίαν ὕδατος τοῖς τε κτήνεσι καὶ τῇ στρατιᾷ περιέστησαν πλανηθέντων τὰς ὁδοὺς αὐτοῖς τῶν ἡγουμένων, ὡς ἀγωνιᾶν μὲν ἅπαντας, μάλιστα δὲ τὸν Ἰώραμον καὶ ὑπὸ λύπης ἐκβοῆσαι πρὸς τὸν θεόν, τί κακὸν αἰτιασάμενος ἀγάγοι τοὺς τρεῖς βασιλεῖς ἀμαχητὶ παραδώσοντας ἑαυτοὺς τῷ Μωαβιτῶν βασιλεῖ; 9.33παρεθάρρυνε δʼ αὐτὸν Ἰωσαφάτης δίκαιος ὢν καὶ πέμψαντα εἰς τὸ στρατόπεδον ἐκέλευσε γνῶναι, εἴ τις αὐτοῖς τοῦ θεοῦ προφήτης συνελήλυθεν, ἵνα διʼ αὐτοῦ μάθωμεν παρὰ τοῦ θεοῦ, τί ποιητέον ἡμῖν.” οἰκέτου δέ τινος φήσαντος τῶν Ἰωράμου ἰδεῖν αὐτόθι τὸν Ἠλία μαθητὴν Ἐλισσαῖον Σαφάτου παῖδα πρὸς αὐτὸν ἀπίασιν οἱ τρεῖς βασιλεῖς Ἰωσαφάτου παραινέσαντος. 9.34ἐλθόντες δʼ ἐπὶ τὴν σκηνὴν τοῦ προφήτου, ἔτυχε δʼ ἔξω τῆς παρεμβολῆς κατεσκηνωκώς, ἐπηρώτων τὸ μέλλον ἐπὶ τῆς στρατιᾶς, μάλιστα δὲ Ἰώραμος. τοῦ δὲ μὴ διοχλεῖν αὐτῷ φράσαντος ἀλλὰ πρὸς τοὺς τοῦ πατρὸς αὐτοῦ καὶ τῆς μητρὸς βαδίζειν προφήτας, εἶναι γὰρ ἐκείνους ἀληθεῖς, ἐδεῖτο προφητεύειν καὶ σώζειν αὐτούς. 9.35 δὲ ὀμόσας τὸν θεὸν οὐκ ἂν ἀποκριθῆναι αὐτῷ, εἰ μὴ διὰ Ἰωσαφάτην ὅσιον ὄντα καὶ δίκαιον, ἀχθέντος ἀνθρώπου τινὸς ψάλλειν εἰδότος, ἐπεζήτησε γὰρ αὐτός, πρὸς τὸν ψαλμὸν ἔνθεος γενόμενος προσέταξε τοῖς βασιλεῦσιν ἐν τῷ χειμάρρῳ πολλοὺς ὀρύξαι βόθρους· 9.36οὔτε γὰρ νέφους οὔτε πνεύματος γενομένου οὔτε ὑετοῦ καταρραγέντος ὄψεσθε πλήρη τὸν ποταμὸν ὕδατος, ὡς ἂν καὶ τὸν στρατὸν καὶ τὰ ὑποζύγια διασωθῆναι ὑμῖν ἀπὸ τοῦ ποτοῦ. ἔσται δὲ ὑμῖν οὐ τοῦτο μόνον παρὰ θεοῦ, ἀλλὰ καὶ κρατήσετε τῶν ἐχθρῶν καὶ καλλίστας καὶ ὀχυρωτάτας πόλεις λήψεσθε τῶν Μωαβιτῶν, καὶ δένδρα μὲν αὐτῶν ἥμερα κόψετε, τὴν δὲ χώραν δῃώσετε, πηγὰς δὲ καὶ ποταμοὺς ἐμφράξετε.” 9.37

Ταῦτα εἰπόντος τοῦ προφήτου τῇ ἐπιούσῃ πρὶν ἥλιον ἀνασχεῖν χειμάρρους πολὺς ἐρρύη, σφοδρῶς γὰρ ἀπὸ τριῶν ἡμερῶν ὁδοῦ ἐν τῇ Ἰδουμαίᾳ τὸν θεὸν ὗσαι συνέπεσεν, ὥστε εὑρεῖν τὴν στρατιὰν καὶ τὰ ὑποζύγια ποτὸν ἄφθονον. 9.38ὡς δὲ ἤκουσαν οἱ Μωαβῖται τοὺς τρεῖς βασιλέας ἐπʼ αὐτοὺς βαδίζοντας καὶ διὰ τῆς ἐρήμου ποιουμένους τὴν ἔφοδον, βασιλεὺς αὐτῶν εὐθὺς συλλέξας στρατιὰν ἐκέλευσεν ἐπὶ τῶν ὅρων βάλλεσθαι τὸ στρατόπεδον, ἵνα αὐτοὺς μὴ λάθωσιν εἰς τὴν χώραν ἐμβαλόντες οἱ πολέμιοι. 9.39θεασάμενοι δὲ ὑπὸ τὴν ἀνατολὴν ἡλίου τὸ ἐν τῷ χειμάρρῳ ὕδωρ, καὶ γὰρ οὐδὲ μακρὰν ἦν τῆς Μωαβίτιδος, αἵματι τὴν χροὰν ὅμοιον, τότε γὰρ μάλιστα πρὸς τὴν αὐγὴν τὸ ὕδωρ ἐρυθραίνεται, ψευδῆ δόξαν περὶ τῶν πολεμίων ἐλάμβανον ὡς ἀπεκτονότων ἑαυτοὺς διὰ δίψος καὶ τοῦ ποταμοῦ αἷμα αὐτοῖς ῥέοντος. 9.40τοῦτο τοίνυν οὕτως ἔχειν ὑπολαβόντες ἠξίωσαν αὐτοὺς ἐπὶ διαρπαγὴν τῶν πολεμίων ἐκπέμψαι τὸν βασιλέα καὶ πάντες ἐξορμήσαντες ὡς ἐπὶ ἑτοίμην ὠφέλειαν ἦλθον εἰς τὸ τῶν ἐχθρῶν στρατόπεδον ὡς ἀπολωλότων. καὶ διαψεύδεται μὲν αὐτοῖς ἐλπὶς αὕτη, περιστάντων δὲ τῶν πολεμίων οἱ μὲν αὐτῶν κατεκόπησαν οἱ δὲ διεσπάρησαν εἰς τὴν ἰδίαν χώραν φεύγοντες. 9.41ἐμβαλόντες δὲ εἰς τὴν Μωαβιτῶν οἱ βασιλεῖς τάς τε πόλεις κατεστρέψαντο τὰς ἐν αὐτῇ καὶ τοὺς ἀγροὺς αὐτῶν διήρπασαν καὶ ἠφάνισαν πληροῦντες τῶν ἐκ τῶν χειμάρρων λίθων, καὶ τὰ κάλλιστα τῶν δένδρων ἔκοψαν, καὶ τὰς πηγὰς ἐνέφραξαν τῶν ὑδάτων, καὶ τὰ τείχη καθεῖλον ἕως ἐδάφους. 9.42 δὲ βασιλεὺς τῶν Μωαβιτῶν συνδιωκόμενος τῇ πολιορκίᾳ καὶ τὴν πόλιν ὁρῶν κινδυνεύουσαν αἱρεθῆναι κατὰ κράτος ὥρμησε μεθʼ ἑπτακοσίων ἐξελθὼν διὰ τοῦ τῶν πολεμίων ἐξιππάσασθαι στρατοπέδου, καθʼ μέρος ἐνόμιζεν αὐτοὺς τὰς φυλακὰς ἀνεῖσθαι. καὶ πειραθεὶς οὐκ ἠδυνήθη φυγεῖν· ἐπιτυγχάνει γὰρ ἐπιμελῶς φρουρουμένῳ τῷ τόπῳ. 9.43ὑποστρέψας δὲ εἰς τὴν πόλιν ἔργον ἀπογνώσεως καὶ δεινῆς ἀνάγκης διεπράξατο· τῶν υἱῶν τὸν πρεσβύτατον, ὃς μετʼ αὐτὸν βασιλεύειν ἤμελλεν, ἀναγαγὼν ἐπὶ τὸ τεῖχος ὥστε ἅπασι φανερὸν γενέσθαι τοῖς πολεμίοις ἱερούργησεν εἰς ὁλοκαύτωσιν τῷ θεῷ. θεασάμενοι δʼ αὐτὸν οἱ βασιλεῖς κατῴκτειραν τῆς ἀνάγκης καὶ παθόντες ἀνθρώπινόν τι καὶ ἐλεεινὸν διέλυσαν τὴν πολιορκίαν καὶ ἕκαστος εἰς τὴν οἰκείαν ἀνέστρεψαν. 9.44Ἰωσαφάτης δὲ παραγενόμενος εἰς Ἱεροσόλυμα καὶ μετʼ εἰρήνης διαγαγὼν ὀλίγον ἐπιβιώσας χρόνον μετὰ τὴν στρατείαν ἐκείνην ἀπέθανε, ζήσας μὲν ἐτῶν ἀριθμὸν ἑξήκοντα, βασιλεύσας δὲ ἐξ αὐτῶν πέντε καὶ εἴκοσι. ταφῆς δὲ ἔτυχε μεγαλοπρεποῦς ἐν Ἱεροσολύμοις· καὶ γὰρ ἦν μιμητὴς τῶν Δαυίδου ἔργων. 9.45

Κατέλιπε δὲ καὶ παῖδας ἱκανούς, διάδοχον δʼ ἀπέδειξε τὸν πρεσβύτατον Ἰώραμον· ταὐτὸ γὰρ εἶχεν ὄνομα τῷ τῆς γυναικὸς ἀδελφῷ, βασιλεύοντι δὲ τῶν Ἰσραηλιτῶν, Ἀχάβου δὲ παιδί. 9.46παραγενόμενος δʼ ἐκ τῆς Μωαβίτιδος τῶν Ἰσραηλιτῶν βασιλεὺς εἰς Σαμάρειαν εἶχε σὺν αὑτῷ τὸν προφήτην Ἐλισσαῖον, οὗ τὰς πράξεις βούλομαι διελθεῖν, λαμπραὶ γάρ εἰσι καὶ ἱστορίας ἄξιαι, καθὼς ἐν ταῖς ἱεραῖς βίβλοις ἐπεγνώκαμεν. 9.47

Προσελθοῦσαν γὰρ αὐτῷ φασι τὴν Ὠβεδίου τοῦ Ἀχάβου οἰκονόμου γυναῖκα εἰπεῖν, ὡς οὐκ ἀγνοεῖ πῶς ἀνὴρ αὐτῆς τοὺς προφήτας περιέσωσεν ὑπὸ τῆς Ἀχάβου γυναικὸς Ἰεζαβέλας ἀναιρουμένους· ἑκατὸν γὰρ ἔλεγεν ὑπʼ αὐτοῦ δανεισαμένου τραφῆναι κεκρυμμένους· καὶ μετὰ τὴν τἀνδρὸς τελευτὴν ἄγεσθαι νῦν ὑπὸ τῶν δανειστῶν αὐτήν τε καὶ τέκνα πρὸς δουλείαν, παρεκάλει τε διὰ ταύτην τὴν ἐργασίαν τἀνδρὸς ἐλεῆσαί τε καὶ παρασχεῖν τινα βοήθειαν. 9.48πυθομένῳ δʼ αὐτῷ, τί ἔχει ἐπὶ τῆς οἰκίας, ἄλλο μὲν οὐδὲν ἔφη, ἔλαιον δὲ βραχὺ λίαν ἐν κεραμίῳ. δὲ προφήτης ἀπελθοῦσαν ἐκέλευσεν ἀγγεῖα χρήσασθαι πολλὰ παρὰ τῶν γειτόνων κενὰ καὶ τὰς θύρας ἀποκλείσασαν τοῦ δωματίου μεταχεῖν εἰς ἅπαντα τὸ ἔλαιον· τὸν γὰρ θεὸν πληρώσειν αὐτά. 9.49τῆς δὲ γυναικὸς τὰ κελευσθέντα ποιούσης καὶ τοῖς τέκνοις προσφέρειν ἕκαστον τῶν ἀγγείων προσταττούσης, ἐπεὶ πάντα ἐπληρώθη καὶ μηδὲν ἦν κενόν, ἐλθοῦσα πρὸς τὸν προφήτην ταῦτα ἀπήγγειλεν. 9.50 δὲ συνεβούλευε τοὔλαιον ἀπελθούσῃ ἀποδόσθαι καὶ τοῖς δανεισταῖς ἀποδοῦναι τὰ ὀφειλόμενα· γενήσεσθαι δέ τι καὶ περισσὸν ἐκ τῆς τιμῆς τοῦ ἐλαίου, πρὸς διατροφὴν τὴν τῶν τέκνων καταχρήσεται. καὶ Ἐλισσαῖος μὲν οὕτως ἀπήλλαξε τῶν χρεῶν τὴν γυναῖκα καὶ τῆς ἀπὸ τῶν δανειστῶν ὕβρεως ἠλευθέρωσεν. 9.51

Ἐλισσαῖος δὲ ταχέως πρὸς Ἰώραμον ἐξαπέστειλε φυλάττεσθαι τὸν τόπον ἐκεῖνον αὐτῷ παραινῶν· εἶναι γὰρ ἐν αὐτῷ Σύρους τινὰς τοὺς ἐκεῖ λοχῶντας αὐτὸν ἀνελεῖν. καὶ μὲν βασιλεὺς οὐκέτʼ ἐπὶ τὴν θήραν ἐξώρμησε τῷ προφήτῃ πειθόμενος· 9.52Ἄδερ δὲ τῆς ἐπιβουλῆς διαμαρτὼν ὡς τῶν ἰδίων αὐτοῦ καταμηνυσάντων πρὸς τὸν Ἰώραμον τὴν ἐνέδραν, ὠργίζετό τε καὶ μεταπεμψάμενος αὐτοὺς προδότας ἔλεγε τῶν ἀπορρήτων αὐτοῦ καὶ θάνατον ἠπείλει φανερᾶς τῆς ἐπιχειρήσεως, ἣν μόνοις ἐκείνοις ἐπίστευσε, τῷ πολεμίῳ γεγενημένης. 9.53φήσαντος δέ τινος τῶν παρόντων ψευδοδοξεῖν αὐτόν, μηδὲ ὑπονοεῖν αὐτὸν ὡς πρὸς τὸν ἐχθρὸν αὐτοῦ κατειρηκότας τὴν ἔκπεμψιν τῶν ἀναιρησόντων αὐτούς, ἀλλὰ γινώσκειν ὅτι Ἐλισσαῖός ἐστιν προφήτης πάντα μηνύων αὐτῷ καὶ φανερὰ ποιῶν τὰ ὑπʼ αὐτοῦ βουλευόμενα, προσέταξε πέμψας μαθεῖν ἐν τίνι πόλει τυγχάνει διατρίβων Ἐλισσαῖος. 9.54οἱ δὲ πεμφθέντες ἧκον ἀγγέλλοντες αὐτὸν ἐν Δωθαεὶν ὑπάρχοντα. πέμπει τοιγαροῦν Ἄδερ ἐπὶ τὴν πόλιν δύναμιν πολλὴν ἱππέων καὶ ἁρμάτων, ὅπως τὸν Ἐλισσαῖον λάβωσιν. οἱ δὲ νυκτὸς κύκλῳ τὴν πόλιν πᾶσαν περιλαβόντες εἶχον ἐν φρουρᾷ. ἅμα δὲ ἕῳ τοῦτο μαθὼν τοῦ προφήτου διάκονος καὶ ὅτι ζητοῦσιν οἱ πολέμιοι λαβεῖν Ἐλισσαῖον ἐδήλωσεν αὐτῷ μετὰ βοῆς καὶ ταραχῆς δραμὼν πρὸς αὐτόν. 9.55 δὲ τὸν θεράποντα μὴ δεδιέναι παρεθάρρυνε καὶ τὸν θεόν, συμμάχῳ καταφρονῶν ἀδεὴς ἦν, παρεκάλει τῷ διακόνῳ πρὸς τὸ λαβεῖν αὐτὸν εὔελπι θάρσος ἐμφανίσαι τὴν αὑτοῦ δύναμιν καὶ παρουσίαν, ὡς δυνατόν. δὲ θεὸς ἐπήκοος τῶν εὐχῶν τοῦ προφήτου γενόμενος πλῆθος ἁρμάτων καὶ ἵππων τῷ θεράποντι περὶ τὸν Ἐλισσαῖον κεκυκλωμένον θεάσασθαι παρέσχεν, ὡς αὐτὸν ἀφιέναι μὲν τὸ δέος, ἀναθαρσῆσαι δὲ πρὸς τὴν ὄψιν τῆς νομιζομένης συμμαχίας. 9.56Ἐλισσαῖος δὲ μετὰ ταῦτα καὶ τὰς τῶν πολεμίων ὄψεις ἀμαυρῶσαι τὸν θεὸν παρεκάλει ἀχλὺν αὐταῖς ἐπιβαλόντα ἀφʼ ἧς ἀγνοήσειν αὐτὸν ἔμελλον. γενομένου δὲ καὶ τούτου προελθὼν εἰς μέσους τοὺς ἐχθροὺς ἐπηρώτησε, τίνα ἐπιζητοῦντες ἦλθον· τῶν δὲ τὸν προφήτην Ἐλισσαῖον εἰπόντων παραδώσειν ὑπέσχετο, εἰ πρὸς τὴν πόλιν ἐν τυγχάνει ὢν ἀκολουθήσειαν αὐτῷ. 9.57καὶ οἱ μὲν ἡγουμένῳ τῷ προφήτῃ τὰς ὄψεις ὑπὸ θεοῦ καὶ τὴν διάνοιαν ἐπεσκοτημένοι σπουδάζοντες εἵποντο, ἀγαγὼν δὲ αὐτοὺς Ἐλισσαῖος εἰς Σαμάρειαν Ἰωράμῳ μὲν τῷ βασιλεῖ προσέταξε κλεῖσαι τὰς πύλας καὶ περιστῆσαι τοῖς Σύροις τὴν αὑτοῦ δύναμιν, τῷ θεῷ δὲ ηὔξατο καθᾶραι τὰς ὄψεις τῶν πολεμίων καὶ τὴν ἀχλὺν αὐτῶν ἀνελεῖν. οἱ δʼ ἐκ τῆς ἀμαυρώσεως ἐκείνης ἀφεθέντες ἑώρων αὑτοὺς ἐν μέσοις τοῖς ἐχθροῖς ὑπάρχοντας. 9.58ἐν ἐκπλήξει δὲ δεινῇ καὶ ἀμηχανίᾳ τῶν Σύρων οἷον εἰκὸς ἐφʼ οὕτως θείῳ καὶ παραδόξῳ πράγματι κειμένων καὶ τοῦ βασιλέως Ἰωράμου πυθομένου τὸν προφήτην, εἰ κελεύσειεν αὐτοὺς κατακοντισθῆναι, τοῦτο μὲν ἐκώλυσε ποιεῖν Ἐλισσαῖος· τοὺς γὰρ νόμῳ πολέμου ληφθέντας ἀποκτείνειν εἶναι δίκαιον ἔλεγε, τούτους δὲ μηδὲν κακὸν ἐργάσασθαι τὴν ἐκείνου χώραν, θείᾳ δὲ δυνάμει πρὸς αὐτοὺς οὐκ εἰδότας ἐλθεῖν. 9.59συνεβούλευέ τε ξενίων αὐτοῖς μεταδόντα καὶ τραπέζης ἀπολύειν ἀβλαβεῖς. Ἰώραμος μὲν οὖν τῷ προφήτῃ πειθόμενος ἑστιάσας λαμπρῶς πάνυ καὶ φιλοτίμως τοὺς Σύρους ἀπέλυσε πρὸς Ἄδερα τὸν αὑτῶν βασιλέα. 9.60

Τῶν δὲ ἀφικομένων καὶ δηλωσάντων αὐτῷ τὰ συμβεβηκότα θαυμάσας Ἄδερ τὸ παράδοξον καὶ τὴν τοῦ θεοῦ τῶν Ἰσραηλιτῶν ἐπιφάνειαν καὶ δύναμιν καὶ τὸν προφήτην, τὸ θεῖον οὕτως ἐναργῶς παρῆν, κρύφα μὲν οὐκέτι διέγνω τῷ τῶν Ἰσραηλιτῶν ἐπιχειρεῖν βασιλεῖ τὸν Ἐλισσαῖον δεδοικώς, φανερῶς δὲ πολεμεῖν ἔκρινε τῷ πλήθει τῆς στρατιᾶς καὶ τῇ δυνάμει νομίζων περιέσεσθαι τῶν πολεμίων. 9.61καὶ στρατεύει μετὰ μεγάλης δυνάμεως ἐπὶ τὸν Ἰώραμον, ὃς οὐχ ἡγούμενος αὑτὸν ἀξιόμαχον εἶναι τοῖς Σύροις ἐνέκλεισεν αὑτὸν εἰς τὴν Σαμάρειαν θαρρῶν τῇ τῶν τειχῶν ὀχυρότητι. Ἄδερ δὲ λογισάμενος αἱρήσειν τὴν πόλιν, εἰ καὶ μὴ τοῖς μηχανήμασι, λιμῷ μέντοι καὶ σπάνει τῶν ἐπιτηδείων παραστήσεσθαι τοὺς Σαμαρεῖς, προσβαλὼν ἐπολιόρκει τὴν πόλιν. 9.62οὕτω δὲ ἐπέλιπε τὸν Ἰώραμον τῶν ἀναγκαίων εὐπορία, ὡς διʼ ὑπερβολὴν τῆς ἐνδείας ἐν τῇ Σαμαρείᾳ πραθῆναι ὀγδοήκοντα μὲν ἀργυρῶν νομίσματος κεφαλὴν ὄνου, πέντε δὲ ἀργυρῶν νομίσματος ξέστην κόπρου περιστερῶν ἀντὶ ἁλῶν ὠνεῖσθαι τοὺς Ἑβραίους. 9.63ἦν δʼ ἐν φόβῳ μὴ διὰ τὸν λιμὸν προδῷ τις τοῖς ἐχθροῖς τὴν πόλιν Ἰώραμος καὶ καθʼ ἑκάστην ἡμέραν ἐκπεριήρχετο τὰ τείχη καὶ τοὺς φύλακας, μή τις ἔνδον εἴη παρʼ αὐτῶν σκεπτόμενος καὶ τῷ βλέπεσθαι καὶ φροντίζειν ἀφαιρούμενος καὶ τὸ βούλεσθαί τι τοιοῦτον καὶ τὸ ἔργον, εἰ ταύτην τις τὴν γνώμην ἤδη λαμβάνειν ἔφθασεν. 9.64ἀνακραγούσης δέ τινος γυναικόςδέσποτα ἐλέησοννομίσας αἰτεῖν τι μέλλειν αὐτὴν τῶν πρὸς τροφὴν ὀργισθεὶς ἐπηράσατο αὐτῇ τὸν θεὸν καὶ μήτε ἅλως αὐτῷ μήτε ληνοὺς ὑπάρχειν ἔλεγεν, ὅθεν τι καὶ παράσχοι ἂν αὐτῇ δεομένῃ. 9.65τῆς δʼ οὐδενὸς μὲν τούτων χρῄζειν εἰπούσης οὐδʼ ἐνοχλεῖν τροφῆς ἕνεκα, κριθῆναι δὲ ἀξιούσης πρὸς ἄλλην γυναῖκα, κελεύσαντος λέγειν καὶ διδάσκειν περὶ ὧν ἐπιζητεῖ συνθήκας ἔφη ποιήσασθαι μετὰ τῆς ἑτέρας γυναικὸς γειτνιώσης καὶ φίλης αὐτῇ τυγχανούσης, ὅπως ἐπεὶ τὰ τοῦ λιμοῦ καὶ τῆς ἐνδείας ἦν ἀμήχανα διαχρησάμενοι τὰ τέκνα, ἦν δὲ ἄρρεν ἑκατέρᾳ παιδίον, ἀνὰ μίαν ἡμέραν θρέψωμεν ἀλλήλας. 9.66κἀγὼ μέν, φησί, πρώτη τοὐμὸν κατέσφαξα καὶ τὴν παρελθοῦσαν ἡμέραν τοὐμὸν ἐτράφημεν ἀμφότεραι· νῦν δʼ οὐ βούλεται ταὐτὸ ποιεῖν, ἀλλὰ παραβαίνει τὴν 9.67συνθήκην καὶ τὸν υἱὸν ἀφανῆ πεποίηκε.” τοῦτʼ ἐλύπησε σφοδρῶς Ἰώραμον ἀκούσαντα, καὶ περιρρηξάμενος τὴν ἐσθῆτα καὶ δεινὸν ἐκβοήσας ἔπειτα ὀργῆς ἐπὶ τὸν προφήτην Ἐλισσαῖον πληρωθεὶς ἀνελεῖν αὐτὸν ὥρμησεν, ὅτι μὴ δεῖται τοῦ θεοῦ πόρον τʼ αὐτοῖς καὶ διαφυγὴν τῶν περιεχόντων κακῶν δοῦναι· τόν τε ἀποτεμοῦντα αὐτοῦ τὴν κεφαλὴν εὐθὺς ἐξέπεμψε. 9.68καὶ μὲν ἐπὶ τὴν ἀναίρεσιν ἠπείγετο τοῦ προφήτου· τὸν δʼ Ἐλισσαῖον οὐκ ἔλαθεν τοῦ βασιλέως ὀργή, καθεζόμενος δὲ οἴκαδε παρʼ αὑτῷ σὺν τοῖς μαθηταῖς ἐμήνυσεν αὐτοῖς, ὅτι Ἰώραμος τοῦ φονέως υἱὸς πέμψειε τὸν ἀφαιρήσοντα αὐτοῦ τὴν κεφαλήν. 9.69ἀλλʼ ὑμεῖς, φησίν, ὅταν τοῦτο προσταχθεὶς ἀφίκηται, παραφυλάξαντες εἰσιέναι μέλλοντα προσαποθλίψατε τῇ θύρᾳ καὶ κατάσχετε· ἀκολουθήσει γὰρ αὐτῷ πρός με παραγινόμενος βασιλεὺς μεταβεβουλευμένος.” καὶ οἱ μὲν τὸ κελευσθὲν ὡς ἧκεν πεμφθεὶς ὑπὸ τοῦ βασιλέως ἐπὶ τὴν ἀναίρεσιν τὴν Ἐλισσαίου ἐποίησαν· 9.70Ἰώραμος δὲ καταγνοὺς τῆς ἐπὶ τὸν προφήτην ὀργῆς καὶ δείσας, μὴ φθάσῃ κτείνας αὐτὸν τοῦτο προσταχθείς, ἔσπευσε κωλῦσαι γενέσθαι τὸν φόνον καὶ διασῶσαι τὸν προφήτην. ἀφικόμενος δὲ πρὸς αὐτὸν ᾐτιᾶτο, ὅτι μὴ παρὰ τοῦ θεοῦ λύσιν αὐτοῖς τῶν παρόντων αἰτεῖται κακῶν, ἀλλʼ οὕτως ὑπʼ αὐτῶν φθειρομένους ὑπερορᾷ. 9.71Ἐλισσαῖος δὲ εἰς τὴν ἐπιοῦσαν ἐπηγγέλλετο κατʼ ἐκείνην τὴν ὥραν, καθʼ ἣν βασιλεὺς ἀφίκετο πρὸς αὐτόν, ἔσεσθαι πολλὴν εὐπορίαν τροφῆς καὶ πραθήσεσθαι μὲν ἐν τῇ ἀγορᾷ σίκλου δύο κριθῆς σάτα, ὠνήσεσθαι δὲ σεμιδάλεως σάτον σίκλου. 9.72ταῦτα τόν τε Ἰώραμον καὶ τοὺς παρόντας εἰς χαρὰν περιέτρεψε· πιστεύειν γὰρ τῷ προφήτῃ διὰ τὴν ἐπὶ τοῖς προπεπειραμένοις ἀλήθειαν οὐκ ὤκνουν, ἀλλὰ καὶ τὸ ἐπʼ ἐκείνης ἐνδεὲς τῆς ἡμέρας καὶ ταλαίπωρον προσδοκωμένη κοῦφον αὐτοῖς ἐποίει. 9.73 δὲ τῆς τρίτης μοίρας ἡγεμὼν τῷ βασιλεῖ φίλος ὢν καὶ τότε φέρων αὐτὸν ἐπερηρεισμένονἄπιστα, εἶπε, λέγεις, προφῆτα· καὶ ὥσπερ ἀδύνατον ἐκχέαι τὸν θεὸν ἐξ οὐρανοῦ καταρράκτας κριθῆς σεμιδάλεως, οὕτως ἀμήχανον καὶ τὰ ὑπὸ σοῦ νῦν εἰρημένα γενέσθαι.” καὶ προφήτης πρὸς αὐτόνταῦτα μέν, εἶπεν, ὄψει τοῦτο λαμβάνοντα τὸ τέλος, οὐ μεταλήψῃ δʼ οὐδενὸς τῶν ὑπαρξόντων.” 9.74

Ἐξέβη τοίνυν τοῦτον τὸν τρόπον τὰ ὑπὸ Ἐλισσαίου προειρημένα· νόμος ἦν ἐν Σαμαρείᾳ τοὺς λέπραν ἔχοντας καὶ μὴ καθαροὺς ἀπὸ τῶν τοιούτων τὰ σώματα μένειν ἔξω τῆς πόλεως. ἄνδρες οὖν τὸν ἀριθμὸν τέσσαρες διὰ ταύτην τὴν αἰτίαν πρὸ τῶν πυλῶν μένοντες μηκέτι μηδενὸς αὐτοῖς διὰ τὴν ὑπερβολὴν τοῦ λιμοῦ 9.75τροφὴν ἐκφέροντος εἰσελθεῖν μὲν εἰς τὴν πόλιν διὰ τὸν νόμον κεκωλυμένοι, κἂν ἐπιτραπῇ δʼ αὐτοῖς διαφθαρήσεσθαι κακῶς ὑπὸ τοῦ λιμοῦ λογισάμενοι, τοῦτο δὲ πείσεσθαι κἂν αὐτόθι μείνωσιν ἀπορίᾳ τροφῆς, παραδοῦναι τοῖς πολεμίοις αὑτοὺς ἔκριναν ὡς εἰ μὲν φείσαιντο αὐτῶν ζησόμενοι, εἰ δʼ ἀναιρεθεῖεν εὐθανατήσοντες. 9.76ταύτην κυρώσαντες τὴν βουλὴν νυκτὸς ἧκον εἰς τὸ στρατόπεδον τῶν πολεμίων. ἤρχετο δʼ ἤδη τοὺς Σύρους ἐκφοβεῖν καὶ ταράττειν θεὸς καὶ κτύπον ἁρμάτων καὶ ἵππων ὡς ἐπερχομένης στρατιᾶς ταῖς ἀκοαῖς αὐτῶν ἐνηχεῖν καὶ ταύτην ἐγγυτέρω προσφέρειν αὐτοῖς τὴν ὑπόνοιαν. 9.77ἀμέλει τοῦτον τὸν τρόπον ὑπʼ αὐτῆς διετέθησαν, ὥστε τὰς σκηνὰς ἐκλιπόντες συνέδραμον πρὸς τὸν Ἄδερα λέγοντες, ὡς Ἰώραμος τῶν Ἰσραηλιτῶν μισθωσάμενος συμμάχους τόν τε τῶν Αἰγυπτίων βασιλέα καὶ τὸν τῶν νήσων ἐπʼ αὐτοὺς ἄγει· προσιόντων γὰρ αὐτῶν ἐπακούειν τοῦ κτύπου. 9.78ταῦτα λέγουσιν Ἄδερ, καὶ γὰρ αὐτὸς περιεψοφεῖτο ἤδη τὰς ἀκοὰς ὁμοίως τῷ πλήθει, προσέσχε καὶ μετὰ πολλῆς ἀταξίας καὶ θορύβου καταλιπόντες ἐν τῇ παρεμβολῇ τοὺς ἵππους καὶ τὰ ὑποζύγια καὶ πλοῦτον ἄφθονον εἰς φυγὴν ἐχώρησαν. 9.79οἱ λεπροὶ δὲ οἱ ἐκ τῆς Σαμαρείας ἀναχωρήσαντες εἰς τὸ τῶν Σύρων στρατόπεδον, ὧν μικρὸν ἔμπροσθεν ἐπεμνήσθημεν, ὡς γενόμενοι πρὸς τῇ παρεμβολῇ πολλὴν ἡσυχίαν καὶ ἀφωνίαν ἔβλεπον οὖσαν καὶ παρελθόντες δὲ εἴσω καὶ ὁρμήσαντες εἰς μίαν σκηνὴν οὐδένα ἑώρων, ἐμφαγόντες καὶ πιόντες ἐβάστασαν ἐσθῆτα καὶ πολὺν χρυσὸν κομίσαντες ἔξω τῆς παρεμβολῆς ἔκρυψαν· 9.80ἔπειτʼ εἰς ἑτέραν σκηνὴν παρελθόντες ὁμοίως τὰ ἐν αὐτῇ πάλιν ἐξεκόμισαν, καὶ τοῦτʼ ἐποίησαν τετράκις μηδενὸς αὐτοῖς ὅλως ἐντυγχάνοντος. ὅθεν εἰκάσαντες ἀνακεχωρηκέναι τοὺς πολεμίους κατεγίνωσκον αὑτῶν μὴ ταῦτα δηλούντων τῷ Ἰωράμῳ καὶ τοῖς πολίταις. 9.81καὶ οἱ μὲν ἐλθόντες πρὸς τὸ τῆς Σαμαρείας τεῖχος καὶ ἀναβοήσαντες πρὸς τοὺς φύλακας ἐμήνυον αὐτοῖς τὰ περὶ τοὺς πολεμίους, ἐκεῖνοι δὲ ταῦτʼ ἀπήγγειλαν τοῖς τοῦ βασιλέως φύλαξι, παρʼ ὧν μαθὼν Ἰώραμος μεταπέμπεται τοὺς φίλους καὶ τοὺς ἡγεμόνας. 9.82πρὸς οὓς ἐλθόντας ἐνέδραν καὶ τέχνην ὑπονοεῖν ἔλεγε τὴν ἀναχώρησιν τοῦ τῶν Σύρων βασιλέως ἀπογνόντος ἡμᾶς τῷ λιμῷ διαφθαρήσεσθαι, ἵνα ὡς πεφευγότων εἰς διαρπαγὴν ἐξελθόντων τῆς παρεμβολῆς αἰφνιδίως ἐπιπέσῃ καὶ κτείνῃ μὲν αὐτούς, ἀμαχητὶ δὲ ἕλῃ τὴν πόλιν· ὅθεν ὑμῖν παραινῶ διὰ φυλακῆς ἔχειν αὐτὴν μὴ καταφρονήσαντας τῷ τοὺς πολεμίους ἀνακεχωρηκέναι· 9.83φήσαντος δέ τινος, ὡς ἄριστα μὲν καὶ συνετώτατα ὑπονοήσειε, πέμψαι γε μὴν συμβουλεύσαντος δύο τῶν ἱππέων τοὺς τὴν ἄχρι Ἰορδάνου πᾶσαν ἐξερευνήσοντας, ἵνʼ εἰ ληφθέντες ὑπὸ λοχώντων τῶν πολεμίων διαφθαρεῖεν φυλακὴ τῇ στρατιᾷ γένωνται τοῦ μηδὲν ὅμοιον παθεῖν αὐτὴν ἀνυπόπτως προελθοῦσαν· “προσαριθμήσεις δέ, φησί, τοῖς ὑπὸ τοῦ λιμοῦ τεθνηκόσι τοὺς ἱππεῖς, κἂν 9.84ὑπὸ τῶν ἐχθρῶν ληφθέντες ἀπόλωνται.” ἀρεσθεὶς δὲ τῇ γνώμῃ τότε τοὺς κατοψομένους ἐξέπεμψεν· οἱ δὲ κενὴν μὲν πολεμίων τὴν ὁδὸν ἤνυσαν, μεστὴν δὲ σιτίων καὶ ὅπλων εὗρον, διὰ τὸ κοῦφοι πρὸς τὸ φεύγειν εἶναι ῥίπτοντες κατέλιπον. ταῦτʼ ἀκούσας βασιλεὺς ἐπὶ διαρπαγὴν τῶν ἐν τῷ στρατοπέδῳ τὸ πλῆθος ἐξαφῆκεν. 9.85εὐτελὲς δὲ οὐδὲν οὐδʼ ὀλίγον ὠφελοῦντο, ἀλλὰ πολὺν μὲν χρυσόν, πολὺν δὲ ἄργυρον, ἀγέλας δὲ παντοδαπῶν κτηνῶν, ἔτι γε μὴν σίτου μυριάσι καὶ κριθῆς αἷς οὐδʼ ὄναρ ἤλπισαν ἐπιτυχόντες τῶν μὲν προτέρων κακῶν ἀπηλλάγησαν, ἀφθονίαν δʼ εἶχον, ὡς ὠνεῖσθαι δύο μὲν σάτα κριθῆς σίκλου σεμιδάλεως δὲ σάτον σίκλου κατὰ τὴν Ἐλισσαίου προφητείαν· ἰσχύει δὲ τὸ σάτον μόδιον καὶ ἥμισυ Ἰταλικόν. 9.86μόνος δὲ τούτων οὐκ ὤνατο τῶν ἀγαθῶν τῆς τρίτης μοίρας ἡγεμών· κατασταθεὶς γὰρ ἐπὶ τῆς πύλης ὑπὸ τοῦ βασιλέως, ἵνα τὸ πλῆθος ἐπέχῃ τῆς πολλῆς ὁρμῆς καὶ μὴ κινδυνεύσωσιν ὑπʼ ἀλλήλων ὠθούμενοι συμπατηθέντες ἀπολέσθαι, τοῦτʼ αὐτὸς ἔπαθε καὶ τοῦτον ἀποθνήσκει τὸν τρόπον τὴν τελευτὴν αὐτῷ προφητεύσαντος Ἐλισσαίου, ὅτε τοῖς ὑπʼ αὐτοῦ περὶ τῆς ἐσομένης εὐπορίας τῶν ἐπιτηδείων λεγομένοις μόνος ἐξ ἁπάντων οὐκ ἐπίστευσεν. 9.87

δὲ τῶν Σύρων βασιλεὺς Ἄδερος διασωθεὶς εἰς Δαμασκὸν καὶ μαθών, ὅτι τὸ θεῖον αὐτόν τε καὶ τὴν στρατιὰν αὐτοῦ πᾶσαν εἰς τὸ δέος καὶ τὴν ταραχὴν ἐκείνην ἐνέβαλεν, ἀλλʼ οὐκ ἐξ ἐφόδου πολεμίων ἐγένετο, σφόδρα τῷ δυσμενῆ τὸν θεὸν ἔχειν ἀθυμήσας εἰς νόσον κατέπεσεν. 9.88ἐκδημήσαντος δὲ κατʼ ἐκεῖνον τὸν καιρὸν εἰς Δαμασκὸν Ἐλισσαίου τοῦ προφήτου γνοὺς Ἄδερ τὸν πιστότατον τῶν οἰκετῶν Ἀζάηλον ἔπεμψεν ὑπαντησόμενον αὐτῷ καὶ δῶρα κομίζοντα, κελεύσας ἔρεσθαι περὶ τῆς νόσου καὶ εἰ διαφεύξεται τὸν ἐξ αὐτῆς κίνδυνον. 9.89Ἀζάηλος δὲ μετὰ καμήλων τεσσαράκοντα τὸν ἀριθμόν, αἳ τὰ κάλλιστα καὶ τιμιώτατα τῶν ἐν Δαμασκῷ γινομένων καὶ ὄντων ἐν τῷ βασιλείῳ ἔφερον δῶρα, συμβαλὼν τῷ Ἐλισσαίῳ προσαγορεύσας αὐτὸν φιλοφρόνως ἔλεγεν ὑπὸ Ἄδερος τοῦ βασιλέως πεμφθῆναι πρὸς αὐτὸν δῶρά τε κομίσαι καὶ πυθέσθαι περὶ τῆς νόσου καὶ εἰ ῥᾴων ἀπʼ αὐτῆς ἔσοιτο. 9.90 δὲ προφήτης τὸν μὲν Ἀζάηλον ἐκέλευε μηδὲν ἀπαγγέλλειν τῷ βασιλεῖ κακόν, ἔλεγε δʼ ὅτι τεθνήξεται. καὶ μὲν οἰκέτης τοῦ βασιλέως ἐλυπεῖτο ταῦτʼ ἀκούσας, δʼ Ἐλισσαῖος ἔκλαιε καὶ πολλοῖς ἐρρεῖτο δακρύοις προορώμενος πάσχειν λαὸς ἔμελλε κακὰ μετὰ τὴν Ἄδερος τελευτήν. 9.91ἀνακρίναντος δʼ αὐτὸν Ἀζαήλου τὴν αἰτίαν τῆς συγχύσεωςκλαίω, φησί, τὸ πλῆθος τῶν Ἰσραηλιτῶν ἐλεῶν, ὧν ἐκ σοῦ πείσεται δεινῶν· ἀποκτενεῖς γὰρ αὐτῶν τοὺς ἀρίστους καὶ τὰς ὀχυρωτάτας πόλεις ἐμπρήσεις, καὶ παιδία μὲν ἀπολεῖς προσρηγνὺς 9.92πέτραις τὰς δʼ ἐγκύους ἀναρρήξεις γυναῖκας.” τοῦ δὲ Ἀζαήλου λέγοντος· “τίνα γὰρ ἰσχὺν ἐμοὶ τηλικαύτην εἶναι συμβέβηκεν, ὥστε ταῦτα ποιῆσαι;” τὸν θεὸν ἔφησεν αὐτῷ δεδηλωκέναι τοῦθʼ, ὅτι τῆς Συρίας μέλλει βασιλεύειν. Ἀζάηλος μὲν οὖν παραγενόμενος πρὸς τὸν Ἄδερα τῷ μὲν τὰ βελτίω περὶ τῆς νόσου κατήγγελλε, τῇ δʼ ἐπιούσῃ δίκτυον ἐπιβαλὼν αὐτῷ διάβροχον τὸν μὲν στραγγάλῃ διέφθειρε, 9.93τὴν δʼ ἀρχὴν αὐτὸς παρέλαβε δραστήριός τε ὢν ἀνὴρ καὶ πολλὴν ἔχων παρὰ τῶν Σύρων εὔνοιαν καὶ τοῦ δήμου τῶν Δαμασκηνῶν, ὑφʼ οὗ μέχρι νῦν αὐτός τε Ἄδερ καὶ Ἀζάηλος μετʼ αὐτὸν ἄρξας ὡς θεοὶ τιμῶνται διὰ τὰς εὐεργεσίας καὶ τῶν ναῶν οἰκοδομίας, οἷς ἐκόσμησαν τὴν τῶν Δαμασκηνῶν πόλιν. 9.94πομπεύουσι δʼ αὐτοὶ καθʼ ἑκάστην ἡμέραν ἐπὶ τῇ τιμῇ τῶν βασιλέων καὶ σεμνύνονται τὴν τούτων ἀρχαιότητα οὐκ εἰδότες, ὅτι νεώτεροί εἰσι καὶ οὐκ ἔχοντες οὗτοι οἱ βασιλεῖς ἔτη χίλια καὶ ἑκατόν. δὲ τῶν Ἰσραηλιτῶν βασιλεὺς Ἰώραμος ἀκούσας τὴν Ἄδερος τελευτὴν ἀνέπνευσεν ἐκ τῶν φόβων καὶ τοῦ δέους διʼ αὐτὸν εἶχεν ἀσμένως εἰρήνης λαμβανόμενος. 9.95

Ἰώραμος δὲ τῶν Ἱεροσολύμων βασιλεύς, καὶ τούτῳ γὰρ ἦν ταὐτὸν καθὼς προειρήκαμεν ἔμπροσθεν ὄνομα, παραλαβὼν τὴν ἀρχὴν εὐθὺς ἐπὶ σφαγὴν τῶν ἀδελφῶν αὐτοῦ καὶ τῶν πατρῴων φίλων οἳ καὶ ἡγεμόνες ἦσαν ἐχώρησε, τὴν ἀρχὴν καὶ τὴν ἐπίδειξιν τῆς πονηρίας ἐντεῦθεν ποιησάμενος καὶ μηδὲν διενεγκὼν τῶν τοῦ λαοῦ βασιλέων, οἳ πρῶτοι παρηνόμησαν εἰς τὰ πάτρια τῶν Ἑβραίων ἔθη καὶ τὴν τοῦ θεοῦ θρησκείαν. 9.96ἐδίδαξε δʼ αὐτὸν τά τʼ ἄλλα εἶναι κακὸν καὶ δὴ καὶ ξενικοὺς θεοὺς προσκυνεῖν Γοθολία θυγάτηρ μὲν Ἀχάβου συνοικοῦσα δʼ αὐτῷ. καὶ μὲν θεὸς διὰ τὴν πρὸς Δαυίδην ὁμολογίαν οὐκ ἐβούλετο τούτου τὸ γένος ἐξαφανίσαι, Ἰώραμος δʼ οὐ διέλειπεν ἑκάστης ἡμέρας καινουργῶν ἐπʼ ἀσεβείᾳ καὶ λύμῃ τῶν ἐπιχωρίων ἐθισμῶν. 9.97ἀποστάντων δὲ αὐτοῦ κατʼ ἐκεῖνον τὸν καιρὸν τῶν Ἰδουμαίων καὶ τὸν μὲν πρότερον ἀποκτεινάντων βασιλέα, ὃς ὑπήκουεν αὐτοῦ τῷ πατρί, ὃν δʼ ἐβούλοντο αὐτοὶ καταστησάντων Ἰώραμος μετὰ τῶν περὶ αὐτὸν ἱππέων καὶ τῶν ἁρμάτων νυκτὸς εἰς τὴν Ἰδουμαίαν ἐνέβαλε, καὶ τοὺς μὲν πέριξ τῆς αὑτοῦ βασιλείας διέφθειρε, περαιτέρω δʼ οὐ προῆλθεν. 9.98ὤνησε μέντοι τοῦτο ποιήσας οὐδὲ ἕν· πάντες γὰρ ἀπέστησαν αὐτοῦ καὶ οἱ τὴν χώραν τὴν καλουμένην Λαβίναν νεμόμενοι. ἦν δʼ οὕτως ἐμμανής, ὥστε τὸν λαὸν ἠνάγκαζεν ἐπὶ τὰ ὑψηλότατα τῶν ὀρῶν ἀναβαίνοντα προσκυνεῖν τοὺς ἀλλοτρίους θεούς. 9.99

Ταῦτα δʼ αὐτῷ πράττοντι καὶ τελέως ἐκβεβληκότι τῆς διανοίας τὰ πάτρια νόμιμα κομίζεται παρʼ Ἠλίου τοῦ προφήτου ἐπιστολή, τὸν θεὸν ἐδήλου μεγάλην παρʼ αὐτοῦ ληψόμενον δίκην, ὅτι τῶν μὲν ἰδίων πατέρων μιμητὴς οὐκ ἐγένετο, τοῖς δὲ τῶν Ἰσραηλιτῶν βασιλέων κατηκολούθησεν ἀσεβήμασι καὶ συνηνάγκασε τὴν Ἰούδα φυλὴν καὶ τοὺς πολίτας Ἱεροσολύμων ἀφέντας τὴν ὁσίαν τοῦ ἐπιχωρίου θεοῦ σέβειν τὰ εἴδωλα, καθὼς καὶ Ἄχαβος τοὺς Ἰσραηλίτας ἐβιάσατο, 9.100ὅτι τε τοὺς ἀδελφοὺς διεχρήσατο καὶ τοὺς ἀγαθοὺς ἄνδρας καὶ δικαίους ἀπέκτεινεν· τήν τε τιμωρίαν ἣν ἀντὶ τούτων ὑφέξειν ἔμελλεν ἐσήμαινε τοῖς γράμμασιν προφήτης, ὄλεθρον τοῦ λαοῦ καὶ φθορὰν γυναικῶν αὐτοῦ τοῦ βασιλέως καὶ τέκνων, 9.101καὶ ὅτι τεθνήξεται νόσῳ τῆς νηδύος ἐπὶ πολὺ βασανισθεὶς καὶ τῶν ἐντέρων αὐτοῦ διʼ ὑπερβολὴν τῆς τῶν ἐντὸς διαφθορᾶς ἐκρυέντων, ὥστʼ αὐτὸν ὁρῶντα τὴν αὑτοῦ συμφορὰν καὶ μηδὲν βοηθῆσαι δυνάμενον ἔπειθʼ οὕτως ἀποθανεῖν. ταῦτα μὲν ἐδήλου διὰ τῆς ἐπιστολῆς Ἠλίας. 9.102

Μετʼ οὐ πολὺ δὲ στρατὸς Ἀράβων τῶν ἔγγιστα τῆς Αἰθιοπίας κατοικούντων καὶ τῶν ἀλλοφύλων εἰς τὴν Ἰωράμου βασιλείαν ἐνέβαλε καὶ τήν τε χώραν διήρπασαν καὶ τὸν οἶκον τοῦ βασιλέως, ἔτι δὲ καὶ τοὺς υἱοὺς αὐτοῦ κατέσφαξαν καὶ τὰς γυναῖκας. εἷς δὲ αὐτῷ περιλείπεται τῶν παίδων διαφυγὼν τοὺς πολεμίους Ὀχοζίας ὄνομα. 9.103μετὰ δὲ ταύτην τὴν συμφορὰν αὐτὸς τὴν προειρημένην ὑπὸ τοῦ προφήτου νόσον ἐπὶ πλεῖστον νοσήσας χρόνον, ἐπέσκηψε γὰρ εἰς τὴν γαστέρα τὸ θεῖον αὐτοῦ τὴν ὀργήν, ἐλεεινῶς ἀπέθανεν ἐπιδὼν αὐτοῦ τὰ ἐντὸς ἐκρυέντα. περιύβρισε δʼ αὐτοῦ καὶ τὸν νεκρὸν λαός· 9.104λογισάμενος γὰρ οἶμαι τὸν οὕτως ἀποθανόντα κατὰ μῆνιν θεοῦ μηδὲ κηδείας τῆς βασιλεῦσι πρεπούσης ἄξιον εἶναι τυχεῖν, οὔτε ταῖς πατρῴαις ἐνεκήδευσεν αὐτὸν θήκαις οὔτε ἄλλης τιμῆς ἠξίωσεν, ἀλλʼ ὡς ἰδιώτην ἔθαψε, βιώσαντα μὲν ἔτη τεσσαράκοντα, βασιλεύσαντα δὲ ὀκτώ. παραδίδωσι δὲ τὴν ἀρχὴν δῆμος τῶν Ἱεροσολυμιτῶν τῷ παιδὶ αὐτοῦ Ὀχοζίᾳ. 9.105

Ἰώραμος δὲ τῶν Ἰσραηλιτῶν βασιλεὺς μετὰ τὴν Ἄδερος τελευτὴν ἐλπίσας Ἀραμώθα πόλιν τῆς Γαλαδίτιδος ἀφαιρήσεσθαι τοὺς Σύρους στρατεύει μὲν ἐπʼ αὐτὴν μετὰ μεγάλης παρασκευῆς, ἐν δὲ τῇ πολιορκίᾳ τοξευθεὶς ὑπό τινος τῶν Σύρων οὐ καιρίως ἀνεχώρησεν εἰς Ἱεζερήλην πόλιν ἰαθησόμενος ἐν αὐτῇ τὸ τραῦμα, καταλιπὼν ἐν τῇ Ἀραμώθα τὴν στρατιὰν ἅπασαν καὶ ἡγεμόνα τὸν Ἀμασῆ παῖδα Ἰηοῦν· ἤδη γὰρ αὐτὴν ᾑρήκει κατὰ κράτος. 9.106προύκειτο δʼ αὐτῷ μετὰ τὴν θεραπείαν πολεμεῖν τοῖς Σύροις. Ἐλισσαῖος δʼ προφήτης ἕνα τῶν αὑτοῦ μαθητῶν δοὺς αὐτῷ τὸ ἅγιον ἔλαιον ἔπεμψεν εἰς Ἀραμώθα χρίσοντα τὸν Ἰηοῦν καὶ φράσοντα, ὅτι τὸ θεῖον αὐτὸν ᾕρηται βασιλέα· ἄλλα τε πρὸς τούτοις εἰπεῖν ἐπιστείλας ἐκέλευε τρόπῳ φυγῆς ποιήσασθαι τὴν πορείαν, ὅπως λάθῃ πάντας ἐκεῖθεν ἀπιών. 9.107 δὲ γενόμενος ἐν τῇ πόλει τὸν μὲν Ἰηοῦν εὑρίσκει καθεζόμενον μετὰ τῶν τῆς στρατιᾶς ἡγεμόνων μέσον αὐτῶν καθὼς Ἐλισσαῖος αὐτῷ προεῖπε, προσελθὼν δὲ ἔφη βούλεσθαι περί τινων αὐτῷ διαλεχθῆναι. 9.108τοῦ δὲ ἀναστάντος καὶ ἀκολουθήσαντος εἰς τὸ ταμιεῖον λαβὼν νεανίσκος τὸ ἔλαιον κατέχεεν αὐτοῦ τῆς κεφαλῆς καὶ τὸν θεὸν ἔφη βασιλέα χειροτονεῖν αὐτὸν ἐπʼ ὀλέθρῳ τοῦ γένους τοῦ Ἀχάβου, καὶ ὅπως ἐκδικήσῃ τὸ αἷμα τῶν προφητῶν τῶν ὑπὸ Ἰεζαβέλας παρανόμως ἀποθανόντων, 9.109ἵνʼ τούτων οἶκος τὸν αὐτὸν τρόπον ὅνπερ Ἱεροβάμου τοῦ Ναβαταίου παιδὸς καὶ Βασὰ πρόρριζος διὰ τὴν ἀσέβειαν αὐτῶν ἀφανισθῇ καὶ μηδὲν ὑπολειφθῇ σπέρμα τῆς Ἀχάβου γενεᾶς. καὶ μὲν ταῦτʼ εἰπὼν ἐξεπήδησεν ἐκ τοῦ ταμιείου σπουδάζων μηδενὶ τῶν ἐπὶ τῆς στρατιᾶς ὁραθῆναι. 9.110

δὲ Ἰηοῦς προελθὼν ἧκεν ἐπὶ τὸν τόπον ἔνθα μετὰ τῶν ἡγεμόνων ἐκαθέζετο. πυνθανομένων δὲ καὶ φράζειν αὐτοῖς παρακαλούντων τί πρὸς αὐτὸν ἀφίκοιτο νεανίσκος καὶ προσέτι μαίνεσθαι λεγόντων αὐτόν, “ἀλλʼ ὀρθῶς γε εἰκάσατε, εἶπε, καὶ γὰρ τοὺς 9.111λόγους μεμηνότος ἐποιήσατο.” σπουδαζόντων δʼ ἀκοῦσαι καὶ δεομένων ἔφη τὸν θεὸν αὐτὸν ᾑρῆσθαι βασιλέα τοῦ πλήθους εἰρηκέναι. ταῦτʼ εἰπόντος ἕκαστος περιδύων αὑτὸν ὑπεστρώννυεν αὐτῷ τὸ ἱμάτιον καὶ σαλπίζοντες τοῖς κέρασιν ἐσήμαινον Ἰηοῦν εἶναι βασιλέα. 9.112 δὲ ἀθροίσας τὴν στρατιὰν ἔμελλεν ἐξορμᾶν ἐπὶ Ἰώραμον εἰς Ἰεζέρελαν πόλιν, ἐν καθὼς προεῖπον ἐθεραπεύετο τὴν πληγήν, ἣν ἔλαβε πρὸς τῇ Ἀραμώθα πολιορκίᾳ. ἔτυχε δὲ καὶ τῶν Ἱεροσολυμιτῶν βασιλεὺς Ὀχοζίας ἀφιγμένος πρὸς τὸν Ἰώραμον· υἱὸς γὰρ ἦν αὐτοῦ τῆς ἀδελφῆς ὡς καὶ προειρήκαμεν· ἐπισκέψασθαι δὲ πῶς ἐκ τοῦ τραύματος ἔχοι διὰ τὴν συγγένειαν ἐληλύθει. 9.113Ἰηοῦς δὲ βουλόμενος αἰφνιδίως τοῖς περὶ τὸν Ἰώραμον προσπεσεῖν ἠξίου μηδὲ τῶν στρατιωτῶν ἀποδράντα τινὰ μηνῦσαι ταῦτα τῷ Ἰωράμῳ· τοῦτο γὰρ ἔσεσθαι λαμπρὰν ἐπίδειξιν αὐτῷ τῆς εὐνοίας καὶ τοῦ διακειμένους οὕτως ἀποδεῖξαι αὐτὸν βασιλέα. 9.114

Οἱ δὲ τοῖς εἰρημένοις ἡσθέντες ἐφύλαττον τὰς ὁδούς, μή τις εἰς Ἱεζέρελαν διαλαθὼν μηνύσῃ αὐτὸν τοῖς ἐκεῖ. καὶ μὲν Ἰηοῦς τῶν ἱππέων τοὺς ἐπιλέκτους παραλαβὼν καὶ καθίσας ἐφʼ ἅρματος εἰς τὴν Ἱεζέρελαν ἐπορεύετο, γενομένου δὲ ἐγγὺς σκοπός, ὃν βασιλεὺς Ἰώραμος καθεστάκει τοὺς ἐρχομένους εἰς τὴν πόλιν ἀφορᾶν, ἰδὼν μετὰ πλήθους προσελαύνοντα τὸν Ἰηοῦν ἀπήγγειλεν Ἰωράμῳ προσελαύνουσαν ἱππέων ἴλην. 9.115 δʼ εὐθὺς ἐκέλευσεν ἐκπεμφθῆναί τινα τῶν ἱππέων ὑπαντησόμενον καὶ τίς ἐστιν προσιὼν γνωσόμενον. ἐλθὼν οὖν πρὸς τὸν Ἰηοῦν ἱππεὺς ἐπερωτᾷ περὶ τῶν ἐν τῷ στρατοπέδῳ· πυνθάνεσθαι γὰρ ταῦτα τὸν βασιλέα. δὲ μηδὲν μὲν περὶ τούτων πολυπραγμονεῖν ἐκέλευσεν, ἕπεσθαι δʼ αὐτῷ. 9.116ταῦτα σκοπὸς ὁρῶν ἀπήγγειλεν Ἰωράμῳ τὸν ἱππέα συγκαταμιγέντα τῷ πλήθει τῶν προσιόντων σὺν ἐκείνοις παραγίνεσθαι. πέμψαντος δὲ καὶ δεύτερον τοῦ βασιλέως ταὐτὸ ποιεῖν προσέταξεν Ἰηοῦς. 9.117ὡς δὲ καὶ τοῦτʼ ἐδήλωσεν σκοπὸς Ἰωράμῳ, τελευταῖον αὐτὸς ἐπιβὰς ἅρματος σὺν Ὀχοζίᾳ τῷ τῶν Ἱεροσολυμιτῶν βασιλεῖ, παρῆν γὰρ αὐτὸς ὡς ἔφην ἔμπροσθεν ὀψόμενος αὐτὸν πῶς ἐκ τοῦ τραύματος ἔχοι διὰ συγγένειαν, ἐξῆλθεν ὑπαντησόμενος. 9.118σχολαίτερον δὲ καὶ μετʼ εὐταξίας ὥδευεν Ἰηοῦς. καταλαβὼν δὲ ἐν ἀγρῷ Ναβώθου τοῦτον Ἰώραμος ἐπυνθάνετο, εἰ πάντα ἔχοι καλῶς τὰ κατὰ τὸ στρατόπεδον· βλασφημήσαντος δὲ πικρῶς αὐτὸν Ἰηοῦ, ὡς καὶ τὴν μητέρα αὐτοῦ φαρμακὸν ἀποκαλέσαι, δείσας βασιλεὺς τὴν διάνοιαν αὐτοῦ καὶ μηδὲν ὑγιὲς φρονεῖν αὐτὸν ὑπονοήσας στρέψας ὡς εἶχε τὸ ἅρμα ἔφυγε, φήσας πρὸς Ὀχοζίαν ἐνέδρᾳ καὶ δόλῳ κατεστρατηγῆσθαι. Ἰηοῦς δὲ τοξεύσας αὐτὸν καταβάλλει τοῦ βέλους διὰ τῆς καρδίας ἐνεχθέντος. 9.119καὶ Ἰώραμος μὲν εὐθὺς πεσὼν ἐπὶ γόνυ τὴν ψυχὴν ἀφῆκεν, Ἰηοῦς δὲ προσέταξε Βαδάκῳ τῷ τῆς τρίτης μοίρας ἡγεμόνι ῥῖψαι τὸν Ἰωράμου νεκρὸν εἰς τὸν ἀγρὸν τὸν Ναβώθου ἀναμνήσας αὐτὸν τῆς Ἠλία προφητείας, ἣν Ἀχάβῳ τῷ πατρὶ αὐτοῦ τὸν Νάβωθον ἀποκτείναντι προεφήτευσεν, ὡς ἀπολεῖται αὐτός τε καὶ τὸ γένος αὐτοῦ ἐν τῷ ἐκείνου χωρίῳ· 9.120ταῦτα γὰρ καθεζόμενος ὄπισθεν τοῦ ἅρματος Ἀχάβου λέγοντος ἀκοῦσαι τοῦ προφήτου. καὶ δὴ τοῦτο συνέβη γενέσθαι κατὰ τὴν πρόρρησιν τὴν ἐκείνου. πεσόντος δὲ Ἰωράμου δείσας περὶ τῆς αὑτοῦ σωτηρίας Ὀχοζίας τὸ ἅρμα εἰς ἑτέραν ὁδὸν ἐξένευσε λήσεσθαι τὸν Ἰηοῦν ὑπολαβών. 9.121 δʼ ἐπιδιώξας καὶ καταλαβὼν ἔν τινι προσβάσει τοξεύσας ἔτρωσε, καταλιπὼν δὲ τὸ ἅρμα καὶ ἀναβὰς ἵππῳ φεύγει τὸν Ἰηοῦν εἰς Μαγιαδδὼ κἀκεῖ θεραπευόμενος μετʼ ὀλίγον ἐκ τῆς πληγῆς τελευτᾷ. κομισθεὶς δʼ εἰς Ἱεροσόλυμα τῆς ἐκεῖ ταφῆς τυγχάνει βασιλεύσας μὲν ἐνιαυτὸν ἕνα, πονηρὸς δὲ καὶ χείρων τοῦ πατρὸς γενόμενος. 9.122

Τοῦ δὲ Ἰηοῦ εἰσελθόντος εἰς τὰ Ἱεζέρελα κοσμησαμένη Ἰεζαβέλα καὶ στᾶσα ἐπὶ τοῦ πύργουκαλός, εἶπε, δοῦλος ὃς ἀποκτείνει τὸν δεσπότην.” δὲ ἀναβλέψας πρὸς αὐτὴν ἐπυνθάνετο τίς εἴη καὶ καταβᾶσαν ἥκειν πρὸς αὑτὸν ἐκέλευσεν καὶ τέλος τοῖς εὐνούχοις προσέταξεν αὐτὴν ἀπὸ τοῦ πύργου βαλεῖν. 9.123καταφερομένη δʼ ἤδη τό τε τεῖχος περιέρρανε τῷ αἵματι καὶ συμπατηθεῖσα ὑπὸ τῶν ἵππων οὕτως ἀπέθανε. τούτων δὴ γενομένων παρελθὼν Ἰηοῦς εἰς τὰ βασίλεια σὺν τοῖς φίλοις ἑαυτὸν ἐκ τῆς ὁδοῦ ἀνεκτᾶτο τοῖς τε ἄλλοις καὶ τραπέζῃ. προσέταξε δὲ τοῖς οἰκέταις ἀνελομένοις τὴν Ἰεζαβέλαν θάψαι διὰ τὸ γένος· ἦν γὰρ ἐκ βασιλέων. 9.124εὗρον δʼ οὐδὲν τοῦ σώματος αὐτῆς οἱ προσταχθέντες τὴν κηδείαν μόνα τὰ ἀκρωτήρια, τὸ δὲ ἄλλο πᾶν ὑπὸ κυνῶν ἦν δεδαπανημένον. ταῦτʼ ἀκούσας Ἰηοῦς ἐθαύμαζε τὴν Ἠλίου προφητείαν· οὗτος γὰρ αὐτὴν ἐν Ἱεζερέλα προεῖπε τοῦτον ἀπολεῖσθαι τὸν τρόπον. 9.125

Ὄντων δʼ Ἀχάβῳ παίδων ἑβδομήκοντα τρεφομένων δʼ αὐτῶν ἐν Σαμαρείᾳ πέμπει δύο ἐπιστολὰς Ἰηοῦς τὴν μὲν τοῖς παιδαγωγοῖς τὴν ἑτέραν δὲ τοῖς ἄρχουσι τῶν Σαμαρέων, λέγων τὸν ἀνδρειότατον τῶν Ἀχάβου παίδων ἀποδεῖξαι βασιλέα· καὶ γὰρ ἁρμάτων αὐτῷ εἶναι πλῆθος καὶ ἵππων καὶ ὅπλων καὶ στρατιᾶς καὶ πόλεις ὀχυρὰς ἔχειν· καὶ τοῦτο ποιήσαντας εἰσπράττεσθαι δίκην ὑπὲρ τοῦ δεσπότου. 9.126ταῦτα δὲ γράφει διάπειραν βουλόμενος λαβεῖν τῆς τῶν Σαμαρέων διανοίας. ἀναγνόντες δὲ τὰ γράμματα οἵ τε ἄρχοντες καὶ οἱ παιδαγωγοὶ κατέδεισαν, καὶ λογισάμενοι μηδὲν δύνασθαι ποιεῖν πρὸς τοῦτο, δύο γὰρ μεγίστων ἐκράτησε βασιλέων, ἀντέγραψαν ὁμολογοῦντες αὐτὸν ἔχειν δεσπότην καὶ ποιήσειν ἂν κελεύῃ. 9.127 δὲ πρὸς ταῦτα ἀντέγραψεν αὑτῷ τε ὑπακούειν κελεύων καὶ τῶν Ἀχάβου παίδων τὰς κεφαλὰς ἀποτεμόντας πέμψαι πρὸς αὐτόν. οἱ δὲ ἄρχοντες μεταπεμψάμενοι τοὺς τροφεῖς τῶν παίδων προσέταξαν ἀποκτείνασιν αὐτοὺς τὰς κεφαλὰς ἀποτεμεῖν καὶ πέμψαι πρὸς Ἰηοῦν. οἱ δʼ οὐδὲν ὅλως φεισάμενοι τοῦτο ἔπραξαν καὶ συνθέντες εἴς τινα πλεκτὰ ἀγγεῖα τὰς κεφαλὰς ἀπέπεμψαν εἰς Ἰεζέρελαν. 9.128κομισθεισῶν δὲ τούτων ἀγγέλλεται μετὰ τῶν φίλων δειπνοῦντι τῷ Ἰηοῦ, ὅτι κομισθεῖεν αἱ τῶν Ἀχάβου παίδων κεφαλαί. δὲ πρὸ τῆς πύλης ἐξ ἑκατέρου μέρους ἐκέλευσεν ἐξ αὐτῶν ἀναστῆσαι βουνούς. 9.129γενομένου δὲ τούτου ἅμα ἡμέρᾳ πρόεισιν ὀψόμενος καὶ θεασάμενος ἤρξατο πρὸς τὸν παρόντα λαὸν λέγειν, ὡς αὐτὸς μὲν ἐπὶ τὸν δεσπότην στρατεύσαιτο τὸν αὑτοῦ κἀκεῖνον ἀποκτείνειε, τούτους δὲ οὐκ αὐτὸς ἀνέλοι· γινώσκειν δὲ αὐτοὺς ἠξίου περὶ τῆς Ἀχάβου γενεᾶς, ὅτι πάντα κατὰ τὴν τοῦ θεοῦ προφητείαν γέγονε καὶ οἶκος αὐτοῦ, καθὼς καὶ Ἠλίας προεῖπεν, ἀπόλωλε. 9.130προσδιαφθείρας δὲ καὶ τοὺς παρὰ τοῖς Ἰεζερελίταις εὑρεθέντας ἐκ τῆς Ἀχάβου συγγενείας ἱππεῖς εἰς Σαμάρειαν ἐπορεύετο. κατὰ δὲ τὴν ὁδὸν τοῖς Ὀχοζία συμβαλὼν οἰκείοις τοῦ βασιλέως τῶν Ἱεροσολυμιτῶν ἀνέκρινεν αὐτούς, τί δή ποτε παρεγένοντο. 9.131οἱ δʼ ἀσπασόμενοί τε Ἰώραμον καὶ τὸν αὑτῶν βασιλέα Ὀχοζίαν ἥκειν ἔφασκον· οὐ γὰρ ᾔδεσαν αὐτοὺς ἀμφοτέρους ὑπʼ αὐτοῦ πεφονευμένους. Ἰηοῦς δὲ καὶ τούτους συλληφθέντας ἀναιρεθῆναι προσέταξεν ὄντας τὸν ἀριθμὸν τεσσαράκοντα καὶ δύο. 9.132

Συναντᾷ δʼ αὐτῷ μετὰ τούτους ἀνὴρ ἀγαθὸς καὶ δίκαιος Ἰωνάδαβος ὄνομα φίλος αὐτῷ πάλαι γεγονώς, ὃς ἀσπασάμενος αὐτὸν ἐπαινεῖν ἤρξατο τῷ πάντα κατὰ βούλησιν πεποιηκέναι τοῦ θεοῦ τὴν οἰκίαν ἐξαφανίσας τὴν Ἀχάβου. 9.133Ἰηοῦς δὲ ἀναβάντα ἐπὶ τὸ ἅρμα συνεισελθεῖν αὐτὸν εἰς Σαμάρειαν παρεκάλει λέγων ἐπιδείξειν, πῶς οὐδενὸς φείσεται πονηροῦ, ἀλλὰ καὶ τοὺς ψευδοπροφήτας καὶ τοὺς ψευδιερεῖς καὶ τοὺς ἐξαπατήσαντας τὸ πλῆθος, ὡς τὴν μὲν τοῦ μεγίστου θεοῦ θρησκείαν ἐγκαταλιπεῖν τοὺς δὲ ξενικοὺς προσκυνεῖν, τιμωρήσεται· κάλλιστον δʼ εἶναι θεαμάτων καὶ ἥδιστον ἀνδρὶ χρηστῷ καὶ δικαίῳ κολαζομένους πονηρούς. 9.134τούτοις πεισθεὶς Ἰωνάδαβος ἀναβὰς εἰς τὸ ἅρμα εἰς Σαμάρειαν παραγίνεται. ἀναζητήσας δὲ πάντας τοὺς Ἀχάβου συγγενεῖς Ἰηοῦς ἀποκτείνει. βουλόμενος δὲ μηδένα τῶν ψευδοπροφητῶν μηδʼ ἱερέων τῶν Ἀχάβου θεῶν τὴν τιμωρίαν διαφυγεῖν ἀπάτῃ καὶ δόλῳ πάντας αὐτοὺς συνέλαβεν· 9.135ἀθροίσας γὰρ τὸν λαὸν ἔφη βούλεσθαι διπλασίονας ὧν Ἄχαβος εἰσηγήσατο θεῶν προσκυνεῖν καὶ τοὺς ἐκείνων ἱερεῖς καὶ προφήτας ἠξίου καὶ δούλους αὐτῶν παρεῖναι· θυσίας γὰρ πολυτελεῖς καὶ μεγάλας ἐπιτελεῖν μέλλειν τοῖς Ἀχάβου θεοῖς· τὸν δʼ ἀπολειφθέντα τῶν ἱερέων θανάτῳ ζημιώσειν. δὲ θεὸς Ἀχάβου Βαὰλ ἐκαλεῖτο. 9.136τάξας δὲ ἡμέραν, καθʼ ἣν ἔμελλε ποιήσειν τὰς θυσίας διέπεμπεν ἀνὰ πᾶσαν τὴν Ἰσραηλιτῶν χώραν τοὺς ἄξοντας πρὸς αὐτὸν τοὺς ἱερεῖς τοῦ Βαάλ. ἐκέλευσε δʼ Ἰηοῦς τῷ ἱερεῖ δοῦναι πᾶσιν ἐνδύματα· λαβόντων δὲ παρελθὼν εἰς τὸν οἶκον μετὰ τοῦ φίλου Ἰωναδάβου μή τις ἐν αὐτοῖς ἀλλόφυλος εἴη καὶ ξένος ἐρευνῆσαι προσέταξεν· οὐ βούλεσθαι γὰρ τοῖς ἱεροῖς αὐτῶν ἀλλότριον παρατυγχάνειν. 9.137τῶν δὲ εἰπόντων μὲν οὐδένα παρεῖναι ξένον καταρξαμένων δὲ τῶν θυσιῶν περιέστησεν ὀγδοήκοντα τὸν ἀριθμὸν ἄνδρας, οὓς ᾔδει πιστοτάτους τῶν ὁπλιτῶν, κελεύσας αὐτοῖς ἀποκτεῖναι τοὺς ψευδοπροφήτας καὶ νῦν τοῖς πατρίοις ἔθεσι τιμωρεῖν πολὺν ἤδη χρόνον ὠλιγωρημένοις, ὑπὲρ τῶν διαφυγόντων τὰς ἐκείνων ἀφαιρεθήσεσθαι ψυχὰς ἀπειλήσας. 9.138οἱ δὲ τούς τε ἄνδρας ἅπαντας κατέσφαξαν καὶ τὸν οἶκον τοῦ Βαὰλ ἐμπρήσαντες ἐκάθηραν οὕτως ἀπὸ τῶν ξενικῶν ἐθισμῶν τὴν Σαμάρειαν. οὗτος Βαὰλ Τυρίων ἦν θεός. Ἄχαβος δὲ τῷ πενθερῷ βουλόμενος χαρίσασθαι Εἰθωβάλῳ Τυρίων ὄντι βασιλεῖ καὶ Σιδωνίων ναόν τε αὐτῷ κατεσκεύασεν ἐν Σαμαρείᾳ καὶ προφήτας ἀπέδειξε καὶ πάσης θρησκείας ἠξίου. 9.139ἀφανισθέντος δὲ τούτου τοῦ θεοῦ τὰς χρυσᾶς δαμάλεις προσκυνεῖν τοῖς Ἰσραηλίταις Ἰηοῦς ἐπέτρεψε. ταῦτα δὲ διαπραξαμένῳ καὶ προνοήσαντι τῆς κολάσεως τῶν ἀσεβῶν θεὸς διὰ τοῦ προφήτου προεῖπεν ἐπὶ τέσσαρας γενεὰς τοὺς παῖδας αὐτοῦ βασιλεύσειν τῶν Ἰσραηλιτῶν. καὶ τὰ μὲν περὶ Ἰηοῦν ἐν τούτοις ὑπῆρχεν. 9.140

Ὀθλία δʼ Ἀχάβου θυγάτηρ ἀκούσασα τήν τʼ Ἰωράμου τἀδελφοῦ τελευτὴν καὶ τὴν Ὀχοζία τοῦ παιδὸς καὶ τοῦ γένους τῶν βασιλέων τὴν ἀπώλειαν ἐσπούδαζε μηδένα τῶν ἐκ τοῦ Δαυίδου καταλιπεῖν οἴκου, πᾶν δʼ ἐξαφανίσαι τὸ γένος, ὡς ἂν μηδὲ εἷς ἐξ αὐτοῦ βασιλεὺς ἔτι γένοιτο. 9.141καὶ τοῦθʼ ὡς μὲν ᾤετο διεπράξατο, διεσώθη δὲ εἷς υἱὸς Ὀχοζίου, τρόπῳ δὲ τοιούτῳ τὴν τελευτὴν διέφυγεν· ἦν Ὀχοζίᾳ ὁμοπάτριος ἀδελφὴ Ὠσαβέθη ὄνομα· ταύτῃ συνῆν ἀρχιερεὺς Ἰώδας. 9.142εἰσελθοῦσα δʼ εἰς τὸ βασίλειον καὶ τοῖς ἀπεσφαγμένοις τὸν Ἰώασον, τοῦτο γὰρ προσηγορεύετο τὸ παιδίον ἐνιαύσιον, ἐγκεκρυμμένον εὑροῦσα μετὰ τῆς τρεφούσης βαστάσασα μετʼ αὐτῆς εἰς τὸ ταμιεῖον ἀπέκλεισε τῶν κλινῶν καὶ λανθάνοντες ἀνέθρεψαν αὐτή τε καὶ ἀνὴρ αὐτῆς Ἰώδας ἐν τῷ ἱερῷ ἔτεσιν ἕξ, οἷς ἐβασίλευσεν Ὀθλία τῶν Ἱεροσολύμων καὶ τῶν δύο φυλῶν. 9.143

Τῷ δὲ ἑβδόμῳ κοινολογησάμενός τισιν Ἰώδας πέντε τὸν ἀριθμὸν ἑκατοντάρχαις καὶ πείσας αὐτοὺς συνεπιθέσθαι μὲν τοῖς κατὰ τῆς Ὀθλίας ἐγχειρουμένοις, τὴν δὲ βασιλείαν τῷ παιδὶ περιποιῆσαι, λαβὼν ὅρκους οἷς τὸ ἀδεὲς παρὰ τῶν συνεργούντων βεβαιοῦται τὸ λοιπὸν ἐθάρρει ταῖς κατὰ τῆς Ὀθλίας ἐλπίσιν. 9.144οἱ δʼ ἄνδρες, οὓς ἱερεὺς Ἰώδας κοινωνοὺς τῆς πράξεως παρειλήφει, περιπορευθέντες ἅπασαν τὴν χώραν τοὺς ἱερεῖς καὶ τοὺς Ληουίτας ἐξ αὐτῆς ἀθροίσαντες καὶ τοὺς τῶν φυλῶν προεστηκότας ἧκον ἄγοντες εἰς Ἱεροσόλυμα πρὸς τὸν ἀρχιερέα. 9.145 δὲ πίστιν ᾔτησεν αὐτοὺς ἔνορκον, μὴν φυλάξειν ὅπερ ἂν μάθωσιν ἀπόρρητον παρʼ αὐτοῦ σιωπῆς ἅμα καὶ συμπράξεως δεόμενον. ὡς δʼ ἀσφαλὲς αὐτῷ λέγειν ὀμωμοκότων ἐγένετο παραγαγὼν ὃν ἐκ τοῦ Δαυίδου γένους ἔτρεφενοὗτος ἡμῖν, εἶπε, βασιλεὺς ἐξ ἐκείνης τῆς οἰκίας, ἣν ἴστε τὸν θεὸν ἡμῖν προφητεύσαντα βασιλεύσειν ἄχρι τοῦ παντὸς χρόνου. 9.146παραινῶ δὲ τὴν τρίτην ὑμῶν μοῖραν φυλάττειν αὐτὸν ἐν τῷ ἱερῷ, τὴν δὲ τρίτην ταῖς πύλαις ἐφεστάναι τοῦ τεμένους ἁπάσαις, δὲ μετὰ ταύτην ἐχέτω τὴν τῆς ἀνοιγομένης καὶ φερούσης εἰς τὸ βασίλειον πύλης φυλακήν· τὸ δὲ ἄλλο πλῆθος ἄοπλον ἐν τῷ ἱερῷ τυγχανέτω· 9.147μηδένα δʼ εἰσελθεῖν ὁπλίτην ἐάσητε μόνον ἱερέα.” προσδιέταξε δὲ τούτοις μέρος τι τῶν ἱερέων καὶ Ληουίτας περὶ αὐτὸν εἶναι τὸν βασιλέα ταῖς μαχαίραις ἐσπασμέναις αὐτὸν δορυφοροῦντας, τὸν δὲ τολμήσαντα παρελθεῖν εἰς τὸ ἱερὸν ὡπλισμένον ἀναιρεῖσθαι παραυτίκα· 9.148δείσαντας δὲ μηδὲν παραμεῖναι τῇ φυλακῇ τοῦ βασιλέως. καὶ οἱ μὲν οἷς ἀρχιερεὺς συνεβούλευσεν τούτοις πεισθέντες ἔργῳ τὴν προαίρεσιν ἐδήλουν. ἀνοίξας δὲ Ἰώδας τὴν ἐν τῷ ἱερῷ ὁπλοθήκην, ἣν Δαυίδης κατεσκεύασε, διεμέρισε τοῖς ἑκατοντάρχαις ἅμα καὶ ἱερεῦσι καὶ Ληουίταις ἅπανθʼ ὅσʼ εὗρεν ἐν αὐτῇ δόρατά τε καὶ φαρέτρας καὶ εἴ τι ἕτερον εἶδος ὅπλου κατέλαβε, καὶ καθωπλισμένους ἔστησεν ἐν κύκλῳ περὶ τὸ ἱερὸν συναψαμένους τὴν χεῖρα καὶ τὴν εἴσοδον τοῖς οὐ προσήκουσιν οὕτως ἀποτειχίσοντας. 9.149συναγαγόντες δὲ τὸν παῖδα εἰς τὸ μέσον ἐπέθεσαν αὐτῷ τὸν στέφανον τὸν βασιλικὸν καὶ τῷ ἐλαίῳ χρίσας Ἰώδας ἀπέδειξε βασιλέα· τὸ δὲ πλῆθος χαῖρον καὶ κροταλίζον ἐβόα σώζεσθαι τὸν βασιλέα. 9.150

Τοῦ δὲ θορύβου καὶ τῶν ἐπαίνων Ὀθλία παρʼ ἐλπίδας ἀκούσασα τεταραγμένη σφόδρα τῇ διανοίᾳ μετὰ τῆς ἰδίας ἐξεπήδησε στρατιᾶς ἐκ τοῦ βασιλείου. καὶ παραγενομένην εἰς τὸ ἱερὸν αὐτὴν οἱ μὲν ἱερεῖς εἰσδέχονται, τοὺς δʼ ἑπομένους ὁπλίτας εἶρξαν εἰσελθεῖν οἱ περιεστῶτες ἐν κύκλῳ ὑπὸ τοῦ ἀρχιερέως τοῦτο προστεταγμένοι. 9.151ἰδοῦσα δὲ Ὀθλία τὸν παῖδα ἐπὶ τῆς σκηνῆς ἑστῶτα καὶ τὸν βασίλειον ἐπικείμενον στέφανον περιρρηξαμένη καὶ δεινὸν ἀνακραγοῦσα φονεύειν ἐκέλευε τὸν ἐπιβουλεύσαντα αὐτῇ καὶ τὴν ἀρχὴν ἀφελέσθαι σπουδάσαντα. Ἰώδας δὲ καλέσας τοὺς ἑκατοντάρχας ἐκέλευσεν αὐτοὺς ἀπαγαγόντας τὴν Ὀθλίαν εἰς τὴν φάραγγα τὴν Κεδρῶνος ἀνελεῖν αὐτὴν ἐκεῖ· μὴ γὰρ βούλεσθαι μιᾶναι τὸ ἱερὸν αὐτόθι τὴν ἀλιτήριον τιμωρησάμενον. 9.152προσέταξε δὲ κἂν βοηθῶν τις προσέλθῃ κἀκεῖνον ἀνελεῖν. ἐλλαβόμενοι τοίνυν τῆς Ὀθλίας οἱ προστεταγμένοι τὴν ἀναίρεσιν αὐτῆς ἐπὶ τὴν πύλην τῶν ἡμιόνων τοῦ βασιλέως ἤγαγον κἀκεῖ διεχρήσαντο. 9.153

Ὡς δὲ τὰ περὶ τὴν Ὀθλίαν τοῦτον ἐστρατηγήθη τὸν τρόπον συγκαλέσας τόν τε δῆμον καὶ τοὺς ὁπλίτας Ἰώδας εἰς τὸ ἱερὸν ἐξώρκωσεν εὐνοεῖν τῷ βασιλεῖ καὶ προνοεῖν αὐτοῦ τῆς σωτηρίας καὶ τῆς ἐπὶ πλεῖον ἀρχῆς· ἔπειτʼ αὐτὸν τὸν βασιλέα τιμήσειν τὸν θεὸν καὶ μὴ παραβῆναι τοὺς Μωσήους νόμους δοῦναι πίστιν ἠνάγκασε. 9.154καὶ μετὰ ταῦτʼ εἰσδραμόντες τὸν τοῦ Βαὰλ οἶκον, ὃν Ὀθλία τε καὶ ἀνὴρ αὐτῆς Ἰώραμος κατεσκεύασεν ἐφʼ ὕβρει μὲν τοῦ πατρίου θεοῦ τιμῇ δὲ Ἀχάβου κατέσκαψαν καὶ τὸν ἔχοντα τὴν ἱερωσύνην αὐτοῦ Μάθαν ἀπέκτειναν. 9.155τὴν δʼ ἐπιμέλειαν καὶ φυλακὴν τοῦ ἱεροῦ τοῖς ἱερεῦσι καὶ Ληουίταις ἐπέτρεψεν Ἰώδας κατὰ τὴν Δαυίδου τοῦ βασιλέως διάταξιν κελεύσας αὐτοὺς δὶς τῆς ἡμέρας ἐπιφέρειν τὰς νενομισμένας τῶν ὁλοκαυτώσεων θυσίας καὶ θυμιᾶν ἀκολούθως τῷ νόμῳ. ἀπέδειξε δέ τινας τῶν Ληουιτῶν καὶ πυλωροὺς ἐπὶ φυλακῇ τοῦ τεμένους, ὡς μηδένα μεμιασμένον παριέναι λανθάνοντα. 9.156

Τούτων δʼ ἕκαστα διατάξας μετὰ τῶν ἑκατοντάρχων καὶ ἡγεμόνων καὶ τοῦ λαοῦ παντὸς ἐκ τοῦ ἱεροῦ παραλαβὼν ἄγει τὸν Ἰώασον εἰς τὸ βασίλειον, καὶ καθίσαντος ἐπὶ τὸν βασιλικὸν θρόνον ἐπευφήμησέ τε τὸ πλῆθος καὶ πρὸς εὐωχίαν τραπέντες ἐπὶ πολλὰς ἑώρτασαν ἡμέρας· μέντοι γε πόλις ἐπὶ τῷ τὴν Ὀθλίαν ἀποθανεῖν ἡσυχίαν ἤγαγεν. 9.157ἦν δὲ Ἰώασος ὅτε τὴν βασιλείαν παρέλαβεν ἐτῶν ἑπτά, μήτηρ δὲ ἦν αὐτῷ τὸ μὲν ὄνομα Σαβιὰ πατρίδος δὲ Βηρσαβεέ. πολλὴν δʼ ἐποιήσατο τῶν νομίμων φυλακὴν καὶ περὶ τὴν τοῦ θεοῦ θρησκείαν φιλοτιμίαν παρὰ πάντα τὸν χρόνον ὃν Ἰώδας ἐβίωσεν. 9.158ἔγημε δὲ καὶ γυναῖκας δύο παρελθὼν εἰς ἡλικίαν δόντος τοῦ ἀρχιερέως, ἐξ ὧν καὶ ἄρρενες αὐτῷ καὶ θήλειαι παῖδες ἐγένοντο. τὰ μὲν οὖν περὶ τοῦ βασιλέως Ἰωάσου, ὡς τὴν τῆς Ὀθλίας ἐπιβουλὴν διέφυγε καὶ τὴν βασιλείαν παρέλαβεν, ἐν τούτοις δεδηλώκαμεν. 9.159

Ἀζάηλος δʼ τῶν Σύρων βασιλεὺς πολεμῶν τοῖς Ἰσραηλίταις καὶ τῷ βασιλεῖ αὐτῶν Ἰηοῦ διέφθειρε τῆς πέραν Ἰορδάνου χώρας τὰ πρὸς τὴν ἀνατολὴν τῶν Ῥουβηνιτῶν καὶ Γαδιτῶν καὶ Μανασσιτῶν ἔτι δὲ καὶ τὴν Γαλαδῖτιν καὶ Βαταναίαν πυρπολῶν πάντα καὶ διαρπάζων καὶ τοῖς εἰς χεῖρας ἀπαντῶσι βίαν προσφέρων. 9.160οὐ γὰρ ἔφθη αὐτὸν Ἰηοῦς ἀμύνασθαι κακοῦντα τὴν χώραν, ἀλλὰ καὶ τῶν εἰς τὸ θεῖον ὑπερόπτης γενόμενος καὶ καταφρονήσας τῆς ὁσίας καὶ τῶν νόμων ἀπέθανε βασιλεύσας ἔτη τῶν Ἰσραηλιτῶν ἑπτὰ καὶ εἴκοσι. ἐτάφη δὲ ἐν Σαμαρείᾳ τῆς ἀρχῆς διάδοχον Ἰώαζον τὸν υἱὸν καταλιπών. 9.161

Τὸν δὲ τῶν Ἱεροσολυμιτῶν βασιλέα Ἰώασον ὁρμή τις ἔλαβε τὸν ναὸν ἀνακαινίσαι τοῦ θεοῦ, καὶ τὸν ἀρχιερέα καλέσας Ἰώδαν εἰς ἅπασαν ἐκέλευσε πέμψαι τὴν χώραν τοὺς Ληουίτας καὶ ἱερέας αἰτήσοντας ὑπὲρ ἑκάστης κεφαλῆς ἡμίσικλον ἀργύρου εἰς ἐπισκευὴν καὶ ἀνανέωσιν τοῦ ναοῦ καταλυθέντος ὑπὸ Ἰωράμου καὶ Ὀθλίας καὶ τῶν παίδων αὐτῆς. 9.162 δʼ ἀρχιερεὺς τοῦτο μὲν οὐκ ἐποίησε συνεὶς ὡς οὐδεὶς προεῖται τἀργύριον, τρίτῳ δὲ καὶ εἰκοστῷ τῆς βασιλείας ἔτει μεταπεμψαμένου τοῦ βασιλέως αὐτόν τε καὶ Ληουίτας καὶ ὡς παρακούσαντας ὧν προσέταξεν αἰτιωμένου καὶ κελεύσαντος εἰς τὸ μέλλον προνοεῖσθαι τῆς ἐπισκευῆς τοῦ ναοῦ, στρατηγήματι χρῆται πρὸς τὴν συλλογὴν τῶν χρημάτων ἀρχιερεὺς τὸ πλῆθος ἡδέως ἔσχε τοιούτῳ· 9.163ξύλινον κατασκευάσας θησαυρὸν καὶ κλείσας πανταχόθεν ὀπὴν αὐτῷ μίαν ἤνοιξεν. ἔπειτα θεὶς εἰς τὸ ἱερὸν παρὰ τὸν βωμὸν ἐκέλευσεν ἕκαστον ὅσον βούλεται βάλλειν εἰς αὐτὸν διὰ τῆς ὀπῆς εἰς τὴν ἐπισκευὴν τοῦ ναοῦ. πρὸς τοῦτο πᾶς λαὸς εὖ διετέθη καὶ πολὺν ἄργυρον καὶ χρυσὸν φιλοτιμούμενοι καὶ συνεισφέροντες ἤθροισαν. 9.164κενοῦντες δὲ τὸν θησαυρὸν καὶ παρόντος τοῦ βασιλέως ἀριθμοῦντες τὸ συνειλεγμένον τε γραμματεὺς καὶ ἱερεὺς τῶν γαζοφυλακίων ἔπειτʼ εἰς τὸν αὐτὸν ἐτίθεσαν τόπον. καὶ τοῦτʼ ἐποίουν ἑκάστης ἡμέρας. ὡς δʼ ἀποχρῶν τὸ πλῆθος ἐδόκει τῶν χρημάτων ἔπεμψαν μισθούμενοι λατόμους καὶ οἰκοδόμους ἀρχιερεὺς Ἰώδας καὶ βασιλεὺς Ἰώασος καὶ ἐπὶ ξύλα μεγάλα καὶ τῆς καλλίστης ὕλης. 9.165ἐπισκευασθέντος δὲ τοῦ ναοῦ τὸν ὑπολειφθέντα χρυσὸν καὶ ἄργυρον, οὐκ ὀλίγος δὲ ἦν, εἴς τε κρατῆρας καὶ οἰνοχόας καὶ ἐκπώματα καὶ τὰ λοιπὰ σκεύη κατεχρήσαντο θυσίαις τε πολυτελέσιν ὁσημέραι τὸν βωμὸν πιαίνοντες διετέλουν. καὶ ταῦτα μὲν ἐφʼ ὅσον Ἰώδας χρόνον ἔζη τῆς προσηκούσης ἐτύγχανε σπουδῆς. 9.166

Ὡς δʼ ἐτελεύτησεν οὗτος ἔτη μὲν βιώσας ἑκατὸν καὶ τριάκοντα δίκαιος δὲ καὶ πάντα χρηστὸς γενόμενος, ἐτάφη δʼ ἐν ταῖς βασιλικαῖς θήκαις ἐν Ἱεροσολύμοις, ὅτι τῷ Δαυίδου γένει τὴν βασιλείαν ἀνεκτήσατο, προέδωκεν βασιλεὺς τὴν ἐπιμέλειαν τὴν πρὸς τὸν θεόν. 9.167συνδιεφθάρησαν δʼ αὐτῷ καὶ οἱ τοῦ πλήθους πρωτεύοντες, ὥστε πλημμελεῖν εἰς τὰ δίκαια καὶ νενομισμένα παρʼ αὐτοῖς ἄριστα εἶναι. δυσχεράνας δὲ θεὸς ἐπὶ τῇ μεταβολῇ τοῦ βασιλέως καὶ τῶν ἄλλων πέμπει τοὺς προφήτας διαμαρτυρησομένους τε τὰ πραττόμενα καὶ παύσοντας τῆς πονηρίας αὐτούς. 9.168οἱ δʼ ἰσχυρὸν ἔρωτα καὶ δεινὴν ἐπιθυμίαν ἄρα ταύτης εἶχον, ὡς μήτε οἷς οἱ πρὸ αὐτῶν ἐξυβρίσαντες εἰς τὰ νόμιμα πανοικὶ κολασθέντες ἔπαθον, μήθʼ οἷς οἱ προφῆται προύλεγον πεισθέντες μετανοῆσαι καὶ μετελθεῖν ἐξ ὧν εἰς ἐκεῖνα παρανομήσαντες ἐτράπησαν· ἀλλὰ καὶ Ζαχαρίαν υἱὸν τοῦ ἀρχιερέως Ἰώδα λίθοις βασιλεὺς ἐκέλευσε βληθέντα ἀποθανεῖν ἐν τῷ ἱερῷ τῶν τοῦ πατρὸς εὐεργεσιῶν αὐτοῦ λαθόμενος, 9.169ὅτι τοῦ θεοῦ προφητεύειν αὐτὸν ἀποδείξαντος στὰς ἐν μέσῳ τῷ πλήθει συνεβούλευεν αὐτῷ τε καὶ τῷ βασιλεῖ τὰ δίκαια πράττειν καὶ τιμωρίαν ὅτι μεγάλην ὑφέξουσι μὴ πειθόμενοι προύλεγε. τελευτῶν μέντοι Ζαχαρίας μάρτυρα καὶ δικαστὴν ὧν ἔπασχε τὸν θεὸν ἐποιεῖτο ἀντὶ χρηστῆς συμβουλίας καὶ ὧν πατὴρ αὐτοῦ παρέσχεν Ἰωάσῳ πικρῶς καὶ βιαίως ἀπολλύμενος. 9.170

Ἔδωκε μέντοι γε οὐκ εἰς μακρὰν βασιλεὺς δίκην ὧν παρηνόμησεν· ἐμβαλόντος γὰρ Ἀζαήλου τοῦ Σύρων βασιλέως εἰς τὴν χώραν αὐτοῦ καὶ τὴν Γίτταν καταστρεψαμένου καὶ λεηλατήσαντος ἐπʼ αὐτὸν στρατεύειν εἰς Ἱεροσόλυμα φοβηθεὶς Ἰώασος πάντας ἐκκενώσας τοὺς τοῦ θεοῦ θησαυροὺς καὶ τοὺς τῶν βασιλείων καὶ τὰ ἀναθήματα καθελών, ἔπεμψε τῷ Σύρῳ τούτοις ὠνούμενος τὸ μὴ πολιορκηθῆναι μηδὲ κινδυνεύειν περὶ τῶν ὅλων. 9.171 δὲ πεισθεὶς τῇ τῶν χρημάτων ὑπερβολῇ τὴν στρατιὰν οὐκέτʼ ἤγαγεν ἐπὶ τὰ Ἱεροσόλυμα. νόσῳ μέντοι χαλεπῇ περιπεσὼν Ἰώασος ἐπιθεμένων αὐτῷ τῶν φίλων, οἳ τὸν Ζαχαρίου θάνατον ἐκδικοῦντες τοῦ Ἰώδα παιδὸς ἐπεβούλευσαν τῷ βασιλεῖ, διεφθάρη πρὸς αὐτῶν· 9.172καὶ θάπτεται μὲν ἐν Ἱεροσολύμοις, οὐκ ἐν ταῖς θήκαις δὲ τῶν προγόνων ἀσεβὴς γενόμενος. ἐβίωσε δὲ ἔτη ἑπτὰ καὶ τεσσαράκοντα, τὴν δὲ βασιλείαν αὐτοῦ διαδέχεται Ἀμασίας παῖς. 9.173

Εἰκοστῷ δὲ καὶ πρώτῳ τῆς Ἰωάσου βασιλείας παρέλαβε τὴν τῶν Ἰσραηλιτῶν ἡγεμονίαν Ἰώαζος τοῦ Ἰηοῦδος υἱὸς ἐν Σαμαρείᾳ καὶ κατέσχεν αὐτὴν ἔτεσιν ἑπτὰ καὶ δέκα τοῦ μὲν πατρὸς οὐδʼ αὐτὸς μιμητὴς γενόμενος, ἀσεβήσας δʼ ὅσα καὶ οἱ πρῶτοι τοῦ θεοῦ καταφρονήσαντες. 9.174ἐταπείνωσε δʼ αὐτὸν καὶ συνέστειλεν ἐκ τῆς τοσαύτης δυνάμεως τῶν Σύρων βασιλεὺς εἰς ὁπλίτας μυρίους καὶ πεντήκοντα ἱππεῖς στρατεύσας ἐπʼ αὐτὸν καὶ πόλεις τε μεγάλας καὶ πολλὰς αὐτοῦ ἀφελόμενος καὶ τὴν στρατιὰν αὐτοῦ διαφθείρας. 9.175ταῦτα δʼ ἔπαθεν τῶν Ἰσραηλιτῶν λαὸς κατὰ τὴν Ἐλισσαίου προφητείαν, ὅτε Ἀζάηλον βασιλεύσειν προεῖπε τῶν Σύρων καὶ Δαμασκηνῶν ἀποκτείναντα τὸν δεσπότην. ὢν δὲ ἐν οὕτως ἀπόροις κακοῖς Ἰώαζος ἐπὶ δέησιν καὶ ἱκετείαν τοῦ θεοῦ κατέφυγε ῥύσασθαι τῶν Ἀζαήλου χειρῶν αὐτὸν παρακαλῶν καὶ μὴ περιϊδεῖν ὑπʼ ἐκείνῳ γενόμενον. 9.176 δὲ θεὸς καὶ τὴν μετάνοιαν ὡς ἀρετὴν ἀποδεχόμενος καὶ νουθετεῖν μᾶλλον τοὺς δυναμένους τελέως μὴ ἀπολλύειν δοκοῦν αὐτῷ, δίδωσιν αὐτῷ τὴν ἐκ τοῦ πολέμου καὶ τῶν κινδύνων ἄδειαν. εἰρήνης δʼ χώρα λαβομένη ἀνέδραμέ τε πάλιν εἰς τὴν προτέραν κατάστασιν καὶ εὐθήνησε. 9.177

Μετὰ δὲ τὴν Ἰωάζου τελευτὴν ἐκδέχεται τὴν ἀρχὴν υἱὸς αὐτοῦ Ἰώασος. ἕβδομον ἤδη καὶ τριακοστὸν ἔτος βασιλεύοντος Ἰωάσου τῆς Ἰούδα φυλῆς παρέλαβε τὴν ἀρχὴν οὗτος Ἰώασος ἐν Σαμαρείᾳ τῶν Ἰσραηλιτῶν· καὶ γὰρ αὐτὸς τὴν αὐτὴν εἶχε προσηγορίαν τῷ τῶν Ἱεροσολυμιτῶν βασιλεῖ· καὶ κατέσχεν αὐτὴν ἔτεσιν ἑκκαίδεκα. 9.178ἀγαθὸς δʼ ἦν καὶ οὐδὲν ὅμοιος τῷ πατρὶ τὴν φύσιν. κατʼ ἐκεῖνον δὲ τὸν καιρὸν Ἐλισσαίου τοῦ προφήτου γηραιοῦ μὲν ἤδη τυγχάνοντος εἰς δὲ νόσον ἐμπεπτωκότος ἧκεν τῶν Ἰσραηλιτῶν βασιλεὺς πρὸς αὐτὸν ἐπισκεψόμενος. 9.179καταλαβὼν δὲ αὐτὸν ἐν ἐσχάτοις ὄντα κλαίειν ἤρξατο βλέποντος αὐτοῦ καὶ ποτνιᾶσθαι καὶ πατέρα τε ἀποκαλεῖν καὶ ὅπλον· διʼ αὐτὸν γὰρ μηδέποτε χρήσασθαι πρὸς τοὺς ἐχθροὺς ὅπλοις, ἀλλὰ ταῖς ἐκείνου προφητείαις ἀμαχητὶ κρατεῖν τῶν πολεμίων· νῦν δʼ ἀπιέναι μὲν αὐτὸν ἐκ τοῦ ζῆν, καταλείπειν δʼ ἐξωπλισμένον τοῖς Σύροις καὶ τοῖς ἀπʼ αὐτῶν πολεμίοις. 9.180οὐδʼ αὐτῷ τοίνυν ζῆν ἔτι ἀσφαλὲς ἔλεγεν, ἀλλὰ καλῶς ἔχειν συνεξορμᾶν αὐτῷ καὶ συναπαίρειν ἐκ τοῦ βίου. ταῦτʼ ὀδυρόμενον Ἐλισσαῖος παρεμυθεῖτο τὸν βασιλέα καὶ τόξον ἐκέλευσεν αὐτῷ κομισθὲν ἐντεῖναι τοῦτο. ποιήσαντος οὖν εὐτρεπὲς τοῦ βασιλέως τὸ τόξον, ἐπιλαβόμενον τῶν χειρῶν αὐτοῦ ἐκέλευσεν αὐτὸν τοξεύειν. 9.181τρία βέλη δʼ αὐτοῦ προεμένου εἶτα δʼ ἀναπαυσαμένουπλείω μέν, εἶπεν, ἀφεὶς ἐκ ῥιζῶν ἂν τὴν τῶν Σύρων βασιλείαν ἐξεῖλες, ἐπεὶ δὲ τρισὶν ἠρκέσθης μόνοις, τοσαύταις καὶ μάχαις κρατήσεις συμβαλὼν τοῖς Σύροις, ἵνα τὴν χώραν ἣν ἀπετέμοντο τοῦ σοῦ πατρὸς ἀνακτήσῃ· καὶ μὲν βασιλεὺς τοῦτʼ ἀκούσας ἀπηλλάγη. 9.182μετʼ οὐ πολὺ δὲ καὶ προφήτης ἀπέθανεν ἀνὴρ ἐπὶ δικαιοσύνῃ διαβόητος καὶ φανερῶς σπουδασθεὶς ὑπὸ τοῦ θεοῦ· θαυμαστὰ γὰρ καὶ παράδοξα διὰ τῆς προφητείας ἐπεδείξατο ἔργα καὶ μνήμης λαμπρᾶς παρὰ τοῖς Ἑβραίοις ἀξιωθέντα. ἔτυχε δὲ καὶ ταφῆς μεγαλοπρεποῦς καὶ οἵας εἰκὸς ἦν τὸν οὕτω θεοφιλῆ μεταλαβεῖν. 9.183συνέβη δὲ καὶ τότε, λῃστῶν τινων ῥιψάντων εἰς τὸν Ἐλισσαίου τάφον ὃν ἦσαν ἀνῃρηκότες, τὸν νεκρὸν τῷ σώματι αὐτοῦ προσκολληθέντα ἀναζωπυρῆσαι. καὶ τὰ μὲν περὶ Ἐλισσαίου τοῦ προφήτου, ζῶν τε ὅσα προεῖπε καὶ ὡς μετὰ τὴν τελευτὴν ἔτι δύναμιν εἶχε θείαν, ἤδη δεδηλώκαμεν. 9.184

Τελευτήσαντος δὲ τοῦ Σύρων βασιλέως Ἀζαήλου εἰς Ἀδδὰν τὸν υἱὸν αὐτοῦ βασιλεία παραγίνεται· πρὸς τοῦτον συνάπτει πόλεμον Ἰώασος τῶν Ἰσραηλιτῶν βασιλεὺς καὶ τρισὶ μάχαις νικήσας αὐτὸν ἀφείλετο τὴν χώραν ἅπασαν καὶ ὅσας πατὴρ αὐτοῦ Ἀζάηλος πόλεις καὶ κώμας τῆς Ἰσραηλιτῶν βασιλείας παρέλαβε. 9.185τοῦτο μέντοι κατὰ τὴν Ἐλισσαίου προφητείαν ἐγένετο. ἐπεὶ δὲ συνέβη καὶ Ἰώασον ἀποθανεῖν, μὲν ἐν Σαμαρείᾳ κηδεύεται, καθῆκε δὲ εἰς Ἰώασον ἀρχὴ τὸν υἱὸν αὐτοῦ. 9.186

Δευτέρῳ δʼ ἔτει τῆς Ἰωάσου βασιλείας τῶν Ἰσραηλιτῶν ἐβασίλευσεν Ἀμασίας τῆς Ἰούδα φυλῆς ἐν Ἱεροσολύμοις μητρὸς ὢν Ἰωάδη τοὔνομα πολίτιδος δὲ τὸ γένος· θαυμαστῶς δὲ τοῦ δικαίου προυνόει καὶ ταῦτα νέος ὤν. παρελθὼν δʼ ἐπὶ τὰ πράγματα καὶ τὴν ἀρχὴν ἔγνω δεῖν πρῶτον Ἰωάσῳ τιμωρῆσαι τῷ πατρὶ καὶ τοὺς ἐπιθεμένους αὐτῷ φίλους κολάσαι. 9.187καὶ τούτους μὲν συλλαβὼν ἅπαντας ἐφόνευσε, τοὺς δὲ παῖδας αὐτῶν οὐδὲν εἰργάσατο δεινὸν ἀκόλουθα ποιῶν τοῖς Μωσήους νόμοις, ὃς οὐκ ἐδικαίωσε διὰ πατέρων ἁμαρτίας τέκνα κολάζειν. 9.188ἔπειτα στρατιὰν ἐπιλέξας ἐκ τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίδος τῶν ἐν ἀκμῇ καὶ περὶ εἴκοσι ἔτη γεγονότων καὶ συναθροίσας ὡς τριάκοντα μυριάδας τούτων μὲν ἑκατοντάρχους κατέστησε, πέμψας δὲ καὶ πρὸς τὸν Ἰσραηλιτῶν βασιλέα μισθοῦται δέκα μυριάδας ὁπλιτῶν ἑκατὸν ἀργυρίου ταλάντων· διεγνώκει γὰρ τοῖς Ἀμαληκιτῶν ἔθνεσι καὶ Ἰδουμαίων καὶ Γαβαλιτῶν ἐπιστρατεύσασθαι. 9.189παρασκευασαμένου δὲ πρὸς τὴν στρατείαν καὶ μέλλοντος ἐξορμᾶν προφήτης τὸν τῶν Ἰσραηλιτῶν στρατὸν ἀπολῦσαι συνεβούλευσεν· εἶναι γὰρ ἀσεβῆ καὶ τὸν θεὸν ἧτταν αὐτῷ προλέγειν χρησαμένῳ τούτοις συμμάχοις· περιέσεσθαι δὲ τῶν πολεμίων καὶ μετʼ ὀλίγων αὐτοῖς ἀγωνιζόμενον βουλομένου τοῦ θεοῦ. 9.190δυσφοροῦντος δὲ τοῦ βασιλέως ἐπὶ τῷ φθῆναι τὸν μισθὸν δεδωκέναι τοῖς Ἰσραηλίταις παρῄνει ποιεῖν προφήτης τι τῷ θεῷ δοκεῖ, χρήματα δʼ αὐτῷ πολλὰ παρʼ αὐτοῦ γενήσεσθαι. καὶ τοὺς μὲν ἀπολύει χαρίζεσθαι τὸν μισθὸν εἰπών, αὐτὸς δὲ μετὰ τῆς οἰκείας δυνάμεως ἐπὶ τὰ προειρημένα τῶν ἐθνῶν ἐστράτευσε· 9.191καὶ κρατήσας αὐτῶν τῇ μάχῃ μυρίους μὲν ἀπέκτεινε, τοσούτους δὲ ζῶντας ἔλαβεν, οὓς ἐπὶ τὴν μεγάλην ἀγαγὼν πέτραν, ἥπερ ἐστὶ κατὰ τὴν Ἀραβίαν, ἀπʼ αὐτῆς κατεκρήμνισεν, ἀπήγαγέ τε λείαν πολλὴν καὶ πλοῦτον ἄφθονον ἐκ τῶν ἐθνῶν. 9.192Ἀμασίου δʼ ἐν τούτοις ὑπάρχοντος οἱ τῶν Ἰσραηλιτῶν οὓς ἀπέλυσε μισθωσάμενος ἀγανακτήσαντες ἐπὶ τούτῳ καὶ νομίσαντες ὕβριν εἶναι τὴν ἀπόλυσιν, οὐ γὰρ ἂν τοῦτο παθεῖν μὴ κατεγνωσμένους, ἐπῆλθον αὐτοῦ τῇ βασιλείᾳ καὶ μέχρι Βηθσεμήρων προελθόντες διήρπασαν τὴν χώραν καὶ πολλὰ μὲν ἔλαβον ὑποζύγια, τρισχιλίους δὲ ἀνθρώπους ἀπέκτειναν. 9.193

Ἀμασίας δὲ τῇ νίκῃ καὶ τοῖς κατορθώμασιν ἐπαρθεὶς τὸν μὲν τούτων αἴτιον θεὸν αὐτῷ γενόμενον ὑπερορᾶν ἤρξατο, οὓς δʼ ἐκ τῆς Ἀμαληκιτῶν χώρας ἐκόμισεν, τούτους σεβόμενος διετέλει. 9.194προσελθὼν δὲ προφήτης αὐτῷ θαυμάζειν ἔλεγεν, εἰ τούτους ἡγεῖται θεούς, οἳ τοὺς ἰδίους παρʼ οἷς ἐτιμῶντο μηδὲν ὤνησαν μηδʼ ἐκ χειρῶν ἐρρύσαντο τῶν ἐκείνου, ἀλλʼ ὑπερεῖδον πολλούς τε αὐτῶν ἀπολλυμένους καὶ αὑτοὺς αἰχμαλωτισθέντας· κεκομίσθαι γὰρ εἰς Ἱεροσόλυμα τούτῳ τῷ τρόπῳ, καθὼς ἄν τις τῶν πολεμίων τινὰ ζωγρήσας ἤγαγεν. 9.195τῷ δὲ βασιλεῖ ταῦτʼ ὀργὴν ἐκίνησε καὶ προσέταξεν ἡσυχίαν ἄγειν τὸν προφήτην ἀπειλήσας αὐτὸν κολάσειν, ἂν πολυπραγμονῇ. καὶ μὲν ἡσυχάζειν εἶπεν, οὐκ ἀμελήσειν δὲ ὧν ἐπικεχείρηκε νεωτερίζων τὸν θεὸν προύλεγεν. 9.196Ἀμασίας δὲ κατέχειν ἑαυτὸν ἐπὶ ταῖς εὐπραγίαις οὐ δυνάμενος, ἃς παρὰ τοῦ θεοῦ λαβὼν εἰς αὐτὸν ἐξύβριζεν, ἀλλὰ φρονηματισθεὶς ἔγραψεν Ἰωάσῳ τῷ τῶν Ἰσραηλιτῶν βασιλεῖ κελεύων ὑπακούειν αὐτῷ σὺν ἅπαντι τῷ λαῷ, ὡς καὶ πρότερον ὑπήκουσε τοῖς προγόνοις αὐτοῦ Δαυίδῃ καὶ Σολόμωνι, μὴ βουλόμενον εὐγνωμονεῖν εἰδέναι πολέμῳ περὶ τῆς ἀρχῆς διακριθησόμενον. 9.197ἀντέγραψε δʼ Ἰώασος τάδε· “βασιλεὺς Ἰώασος βασιλεῖ Ἀμασίᾳ. ἦν ἐν τῷ Λιβάνῳ ὄρει κυπάρισσος παμμεγέθης καὶ ἄκανος. αὕτη πρὸς τὴν κυπάρισσον ἔπεμψε μνηστευομένη τὴν θυγατέρα αὐτῆς πρὸς γάμον τῷ παιδί. μεταξὺ ταῦτα λέγουσαν θηρίον τι παρερχόμενον κατεπάτησε τὴν ἄκανον. 9.198τοῦτο οὖν ἔσται σοι παράδειγμα τοῦ μὴ μειζόνων ἐφίεσθαι, μηδʼ ὅτι τὴν πρὸς Ἀμαληκίτας μάχην εὐτύχησας ἐπὶ ταύτῃ γαυρούμενος σαυτῷ καὶ τῇ βασιλείᾳ σου κινδύνους ἐπισπῶ.” 9.199

Ταῦτα δὲ ἀναγνοὺς Ἀμασίας ἔτι μᾶλλον ἐπὶ τὴν στρατείαν παρωξύνθη τοῦ θεοῦ παρορμῶντος αὐτὸν οἶμαι πρὸς αὐτήν, ἵνα τῶν παρανομηθέντων εἰς αὐτὸν δίκην ἀπολάβῃ. ὡς δʼ ἐξήγαγε μετὰ τῆς δυνάμεως ἐπὶ τὸν Ἰώασον καὶ συνάπτειν μάχην ἔμελλον, τὸ Ἀμασίου στράτευμα φόβος αἰφνίδιος καὶ κατάπληξις οἵαν θεὸς οὐκ εὐμενὴς ἐντίθησιν εἰς φυγὴν ἔτρεψε, 9.200καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν διασπαρέντων ὑπὸ τοῦ δέους αὐτῶν μονωθέντα τὸν Ἀμασίαν ληφθῆναι συνέβη πρὸς τῶν πολεμίων αἰχμάλωτον· ἠπείλησε δʼ αὐτῷ θάνατον Ἰώασος, εἰ μὴ πείσειε τοὺς Ἱεροσολυμίτας ἀνοίξαντας αὐτῷ τὰς πύλας δέξασθαι μετὰ τῆς στρατιᾶς εἰς τὴν πόλιν. 9.201καὶ Ἀμασίας μὲν ὑπὸ ἀνάγκης καὶ τοῦ περὶ τὸ ζῆν δέους ἐποίησεν εἰσδεχθῆναι τὸν πολέμιον· δὲ διακόψας τι τοῦ τείχους ὡς τετρακοσίων πηχῶν ἐφʼ ἅρματος εἰσήλασε διὰ τῆς διακοπῆς εἰς Ἱεροσόλυμα τὸν Ἀμασίαν ἄγων αἰχμάλωτον. 9.202κύριος δὲ τούτῳ τῷ τρόπῳ γενόμενος τῶν Ἱεροσολυμιτῶν τούς τε τοῦ θεοῦ θησαυροὺς ἀνείλετο καὶ ὅσος ἦν τῷ Ἀμασίᾳ χρυσὸς καὶ ἄργυρος ἐν τοῖς βασιλείοις ἐξεφόρησε, καὶ οὕτως αὐτὸν ἀπολύσας τῆς αἰχμαλωσίας ἀνέζευξεν εἰς Σαμάρειαν. 9.203ταῦτα δʼ ἐγένετο περὶ τοὺς Ἱεροσολυμίτας ἔτει τετάρτῳ καὶ δεκάτῳ τῆς Ἀμασία βασιλείας, ὃς μετὰ ταῦτα ἐπιβουλευθεὶς ὑπὸ τῶν φίλων φεύγει μὲν εἰς Λάχισαν πόλιν, ἀναιρεῖται δὲ ὑπὸ τῶν ἐπιβούλων πεμψάντων ἐκεῖ τοὺς ἀποκτενοῦντας αὐτόν. καὶ τὸ μὲν σῶμα κομίσαντες εἰς Ἱεροσόλυμα βασιλικῶς ἐκήδευσαν· 9.204κατέστρεψε δὲ οὕτως Ἀμασίας τὸν βίον καὶ διὰ τὸν νεωτερισμὸν τῆς πρὸς τὸν θεὸν ὀλιγωρίας, βιώσας μὲν ἔτη τέσσαρα καὶ πεντήκοντα βασιλεύσας δὲ ἐννέα καὶ εἴκοσι. διαδέχεται δʼ αὐτὸν παῖς Ὀζίας τοὔνομα. 9.205

Πεντεκαιδεκάτῳ ἔτει τῆς Ἀμασία βασιλείας ἐβασίλευσε τῶν Ἰσραηλιτῶν Ἰωάσου υἱὸς Ἱερόβαμος ἐν Σαμαρείᾳ ἔτη τεσσαράκοντα. οὗτος βασιλεὺς τὰ μὲν εἰς τὸν θεὸν ὑβριστὴς καὶ παράνομος δεινῶς ἐγένετο εἴδωλά τε σεβόμενος καὶ πολλοῖς ἀτόποις καὶ ξένοις ἐγχειρῶν ἔργοις, τῷ δὲ λαῷ τῶν Ἰσραηλιτῶν μυρίων ἀγαθῶν αἴτιος ὑπῆρχε. 9.206τούτῳ προεφήτευσέ τις Ἰωνᾶς, ὡς δεῖ πολεμήσαντα τοῖς Σύροις αὐτὸν κρατῆσαι τῆς ἐκείνων δυνάμεως καὶ πλατῦναι τὴν αὑτοῦ βασιλείαν τοῖς μὲν κατὰ τὴν ἄρκτον μέρεσιν ἕως Ἀμάθου πόλεως, τοῖς δὲ κατὰ τὴν μεσημβρίαν ἕως τῆς Ἀσφαλτίδος λίμνης· 9.207τὸ γὰρ ἀρχαῖον οἱ ὅροι τῆς Χαναναίας ἦσαν οὗτοι, καθὼς στρατηγὸς Ἰησοῦς περιώρισε. στρατεύσας οὖν ἐπὶ τοὺς Σύρους Ἱερόβαμος καταστρέφεται πᾶσαν αὐτῶν τὴν χώραν, ὡς προεφήτευσεν Ἰωνᾶς. 9.208

Ἀναγκαῖον δὲ ἡγησάμην τὴν ἀκρίβειαν τῶν πραγμάτων παραδώσειν ὑπεσχημένος ὅσα καὶ περὶ τούτου τοῦ προφήτου εὗρον ἐν ταῖς Ἑβραϊκαῖς βίβλοις ἀναγεγραμμένα διεξελθεῖν· κελευσθεὶς γὰρ οὗτος ὑπὸ τοῦ θεοῦ πορευθῆναι μὲν εἰς τὴν Νινύου βασιλείαν κηρῦξαι δʼ ἐκεῖ γενόμενον ἐν τῇ πόλει ὅτι τὴν ἀρχὴν ἀπολέσει, δείσας οὐκ ἀπῆλθεν, ἀλλʼ ἀποδιδράσκει τὸν θεὸν εἰς Ἰόπην πόλιν καὶ πλοῖον εὑρὼν ἐμβὰς εἰς Ταρσὸν ἔπλει τῆς Κιλικίας. 9.209ἐπιγενομένου δὲ χειμῶνος σφοδροτάτου καὶ κινδυνεύοντος καταδῦναι τοῦ σκάφους οἱ μὲν ναῦται καὶ οἱ κυβερνῆται καὶ αὐτὸς ναύκληρος εὐχὰς ἐποιοῦντο χαριστηρίους, εἰ διαφύγοιεν τὴν θάλασσαν, δὲ Ἰωνᾶς συγκαλύψας αὑτὸν ἐβέβλητο μηδὲν ὧν τοὺς ἄλλους ἑώρα ποιοῦντας μιμούμενος. 9.210αὔξοντος δʼ ἔτι μᾶλλον τοῦ κλύδωνος καὶ βιαιοτέρας γενομένης ὑπὸ τῶν πνευμάτων τῆς θαλάσσης ὑπονοήσαντες, ὡς ἐνδέχεταί τινα τῶν ἐμπλεόντων αἴτιον αὐτοῖς εἶναι τοῦ χειμῶνος, συνέθεντο κλήρῳ τοῦτον ὅστις ποτὲ ἦν μαθεῖν. 9.211κληρωσαμένων οὖν προφήτης λαγχάνει πυνθανομένων τε πόθεν τε εἴη καὶ τί μετέρχεται τὸ μὲν γένος ἔλεγεν Ἑβραῖος εἶναι προφήτης τοῦ μεγίστου θεοῦ· συνεβούλευσεν οὖν αὐτοῖς, εἰ θέλουσιν ἀποδρᾶναι τὸν παρόντα κίνδυνον, ἐκβαλεῖν αὐτὸν εἰς τὸ πέλαγος· αἴτιον γὰρ αὐτοῖς εἶναι τοῦ χειμῶνος. 9.212οἱ δὲ τὸ μὲν πρῶτον οὐκ ἐτόλμων κρίναντες ἀσέβημα ξένον ἄνθρωπον καὶ πεπιστευκότα αὐτοῖς τὸ ζῆν εἰς φανερὰν αὐτοὺς ἀπώλειαν ἐκρῖψαι, τελευταῖον δʼ ὑπερβιαζομένου τοῦ κακοῦ καὶ ὅσον οὔπω μέλλοντος βαπτίζεσθαι τοῦ σκάφους, ὑπό τε τοῦ προφήτου παρορμηθέντες αὐτοῦ καὶ ὑπὸ τοῦ δέους τοῦ περὶ τῆς αὑτῶν σωτηρίας ῥίπτουσιν αὐτὸν εἰς τὴν θάλασσαν. 9.213καὶ μὲν χειμὼν ἐστάλη, τὸν δὲ λόγος ὑπὸ τοῦ κήτους καταποθέντα τρεῖς ἡμέρας καὶ τοσαύτας νύκτας εἰς τὸν Εὔξεινον ἐκβρασθῆναι πόντον ζῶντα καὶ μηδὲν τοῦ σώματος λελωβημένον. 9.214ἔνθα τοῦ θεοῦ δεηθεὶς συγγνώμην αὐτῷ παρασχεῖν τῶν ἡμαρτημένων ἀπῆλθεν εἰς τὴν Νίνου πόλιν καὶ σταθεὶς εἰς ἐπήκοον ἐκήρυσσεν, ὡς μετʼ ὀλίγον πάλιν ἀποβαλοῦσι τὴν ἀρχὴν τῆς Ἀσίας, καὶ ταῦτα δηλώσας ὑπέστρεψε. διεξῆλθον δὲ τὴν περὶ αὐτοῦ διήγησιν, ὡς εὗρον ἀναγεγραμμένην. 9.215

Ἱερόβαμος δʼ βασιλεὺς μετὰ πάσης εὐδαιμονίας τὸν βίον διαγαγὼν καὶ ἄρξας ἔτη τεσσαράκοντα ἐτελεύτησε καὶ θάπτεται μὲν ἐν Σαμαρείᾳ, διαδέχεται δὲ αὐτοῦ τὴν βασιλείαν υἱὸς Ζαχαρίας. τὸν αὐτὸν δὲ τρόπον καὶ Ὀζίας τοῦ Ἀμασία υἱός, 9.216ἔτος ἤδη τέταρτον πρὸς τοῖς δέκα βασιλεύοντος Ἱεροβοάμου, τῶν δύο φυλῶν ἐβασίλευσεν ἐν Ἱεροσολύμοις μητρὸς ὢν Ἀχίας μὲν τοὔνομα ἀστῆς δὲ τὸ γένος. ἀγαθὸς δὲ ἦν καὶ δίκαιος τὴν φύσιν καὶ μεγαλόφρων καὶ προνοῆσαι τῶν πραγμάτων φιλοπονώτατος. 9.217στρατευσάμενος δὲ καὶ ἐπὶ Παλαιστίνους καὶ νικήσας μάχῃ πόλεις αὐτῶν ἔλαβε κατὰ κράτος Γίτταν καὶ Ἰάμνειαν καὶ κατέσκαψεν αὐτῶν τὰ τείχη. μετὰ δὲ ταύτην τὴν στρατείαν ἐπῆλθε τοῖς τῇ Αἰγύπτῳ γειτνιῶσιν Ἄραψι καὶ πόλιν κτίσας ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης ἐγκατέστησεν αὐτῇ φρουράν. 9.218ἔπειτα τοὺς Ἀμμανίτας καταστρεψάμενος καὶ φόρους αὐτοῖς ὁρίσας τελεῖν καὶ πάντα τὰ μέχρι τῶν Αἰγυπτίων ὅρων χειρωσάμενος τῶν Ἱεροσολύμων ἤρχετο ποιεῖσθαι τὸ λοιπὸν τὴν ἐπιμέλειαν· ὅσα γὰρ τῶν τειχῶν ὑπὸ τοῦ χρόνου καταβέβλητο ὑπὸ τῆς ὀλιγωρίας τῶν πρὸ αὐτοῦ βασιλέων, ταῦτά τε ἀνῳκοδόμει καὶ κατεσκεύαζεν, ὅσα τε ἦν καταβεβλημένα ὑπὸ τοῦ τῶν Ἰσραηλιτῶν βασιλέως, ὅτε τὸν πατέρα αὐτοῦ λαβὼν αἰχμάλωτον τὸν Ἀμασίαν εἰσῆλθεν εἰς τὴν πόλιν. 9.219προσῳκοδόμησε δὲ καὶ πύργους πολλοὺς πεντήκοντα πηχῶν ἕκαστον. καὶ φρουροὺς δὲ ἐνετείχισε τοῖς ἐρήμοις χωρίοις καὶ πολλοὺς ὀχετοὺς ὤρυξεν ὑδάτων. ἦν δʼ αὐτῷ καὶ ὑποζυγίων καὶ τῶν ἄλλων θρεμμάτων ἄπειρόν τι πλῆθος· εὐφυὴς γὰρ ἦν χώρα πρὸς νομάς. 9.220γεωργικὸς δὲ ὢν σφόδρα τῆς γῆς ἐπεμελεῖτο φυτοῖς αὐτὴν καὶ παντοδαποῖς τιθηνῶν σπέρμασι. στρατιᾶς δʼ εἶχεν ἐπιλέκτου περὶ αὑτὸν μυριάδας ἑπτὰ καὶ τριάκοντα, ἧς ἡγεμόνες ἦσαν καὶ ταξίαρχοι καὶ χιλίαρχοι γενναῖοι καὶ τὴν ἀλκὴν ἀνυπόστατοι τὸν ἀριθμὸν δισχίλιοι. 9.221διέταξε δʼ εἰς φάλαγγας τὴν ὅλην στρατιὰν καὶ ὥπλισε ῥομφαίαν δοὺς ἑκάστῳ καὶ θυρεοὺς καὶ θώρακας χαλκέους καὶ τόξα καὶ σφενδόνας. ἔτι δὲ πρὸς τούτοις μηχανήματα πολλὰ πρὸς πολιορκίας κατεσκεύασε πετροβόλα τε καὶ δορυβόλα καὶ ἅρπαγας καὶ ἀρτῆρας καὶ ὅσα τούτοις ὅμοια. 9.222

Γενόμενος δʼ ἐν ταύτῃ τῇ συντάξει καὶ παρασκευῇ διεφθάρη τὴν διάνοιαν ὑπὸ τύφου καὶ χαυνωθεὶς θνητῇ περιουσίᾳ τῆς ἀθανάτου καὶ πρὸς ἅπαντα διαρκοῦς τὸν χρόνον ἰσχύος ὠλιγώρησεν· αὕτη δὲ ἦν πρὸς τὸν θεὸν εὐσέβεια καὶ τὸ τηρεῖν τὰ νόμιμα. 9.223ὤλισθε δὲ ὑπʼ εὐπραξίας καὶ κατηνέχθη πρὸς τὰ τοῦ πατρὸς ἁμαρτήματα, πρὸς κἀκεῖνον τῶν ἀγαθῶν λαμπρότης καὶ τὸ μέγεθος τῶν πραγμάτων οὐ δυνηθέντα προστῆναι καλῶς αὐτῶν ἤγαγεν. ἐνστάσης δʼ ἡμέρας ἐπισήμου καὶ πάνδημον ἑορτὴν ἐχούσης ἐνδὺς ἱερατικὴν στολὴν εἰσῆλθεν εἰς τὸ τέμενος θυσιάσων ἐπὶ τοῦ χρυσοῦ βωμοῦ τῷ θεῷ. 9.224τοῦ δʼ ἀρχιερέως Ἀζαρία ὄντων σὺν αὐτῷ ἱερέων ὀγδοήκοντα κωλύοντος αὐτόν, οὐ γὰρ ἐξὸν ἐπιθύειν εἶπον, μόνοις δʼ ἐφεῖσθαι τοῦτο ποιεῖν τοῖς ἐκ τοῦ Ἀαρῶνος γένους, καταβοώντων δʼ ἐξιέναι καὶ μὴ παρανομεῖν εἰς τὸν θεόν, ὀργισθεὶς ἠπείλησεν αὐτοῖς θάνατον, εἰ μὴ τὴν ἡσυχίαν ἄξουσι. 9.225μεταξὺ δὲ σεισμὸς ἐκλόνησε τὴν γῆν μέγας καὶ διαστάντος τοῦ ναοῦ φέγγος ἡλίου λαμπρὸν ἐξέλαμψε καὶ τῇ τοῦ βασιλέως ὄψει προσέπεσεν, ὡς τῷ μὲν εὐθέως λέπραν ἐπιδραμεῖν, πρὸ δὲ τῆς πόλεως πρὸς τῇ καλουμένῃ Ἐρωγῇ τοῦ ὄρους ἀπορραγῆναι τὸ ἥμισυ τοῦ κατὰ τὴν δύσιν καὶ κυλισθὲν τέσσαρας σταδίους ἐπὶ τὸ ἀνατολικὸν ὄρος στῆναι, ὡς τάς τε παρόδους ἐμφραγῆναι καὶ τοὺς παραδείσους τοὺς βασιλικούς. 9.226ἐπεὶ δὲ κατειλημμένην τὴν ὄψιν τοῦ βασιλέως ὑπὸ τῆς λέπρας εἶδον οἱ ἱερεῖς, ἔφραζόν τε αὐτῷ τὴν συμφορὰν καὶ ἐκέλευον ἐξιέναι τῆς πόλεως ὡς ἐναγῆ. δʼ ὑπʼ αἰσχύνης τε τοῦ συμβεβηκότος δεινοῦ καὶ τοῦ μηκέτʼ αὐτῷ παρρησίαν εἶναι τὸ κελευόμενον ἐποίει, τῆς ὑπὲρ ἄνθρωπον διανοίας καὶ τῶν διὰ τοῦτο εἰς τὸν θεὸν ἀσεβημάτων ταλαίπωρον οὕτως καὶ οἰκτρὰν ὑπομείνας δίκην. 9.227καὶ χρόνον μέν τινα διῆγεν ἔξω τῆς πόλεως ἰδιώτην ἀποζῶν βίον τοῦ παιδὸς αὐτῷ Ἰωθάμου τὴν ἀρχὴν παραλαβόντος, ἔπειτα ὑπὸ λύπης καὶ ἀθυμίας τῆς ἐπὶ τοῖς γεγενημένοις ἀπέθανεν, ἔτη μὲν βιώσας ὀκτὼ καὶ ἑξήκοντα, τούτων δὲ βασιλεύσας πεντηκονταδύο. ἐκηδεύθη δὲ μόνος ἐν τοῖς ἑαυτοῦ κήποις. 9.228

δὲ τοῦ Ἱεροβάμου παῖς Ζαχαρίας ἓξ μῆνας βασιλεύσας τῶν Ἰσραηλιτῶν δολοφονηθεὶς ἀπέθανεν ὑπὸ φίλου τινὸς Σελλήμου μὲν τοὔνομα Ἰαβήσου δὲ υἱοῦ, ὃς καὶ τὴν βασιλείαν μετʼ αὐτὸν παραλαβὼν οὐ πλείονα χρόνον ἡμερῶν αὐτὴν κατέσχε τριάκοντα. 9.229 γὰρ στρατηγὸς Μαναῆμος κατʼ ἐκεῖνον τὸν καιρὸν ὢν ἐν Θάρσῃ πόλει καὶ τὰ περὶ τὸν Ζαχαρίαν ἀκούσας ἄρας μετὰ πάσης τῆς στρατιᾶς ἧκεν εἰς τὴν Σαμάρειαν, καὶ συμβαλὼν εἰς μάχην ἀναιρεῖ τὸν Σέλλημον καὶ βασιλέα καταστήσας ἑαυτὸν ἐκεῖθεν εἰς Θαψὰν παραγίνεται πόλιν. 9.230οἱ δʼ ἐν αὐτῇ τὰς πύλας μοχλῷ κλείσαντες οὐκ εἰσεδέξαντο τὸν βασιλέα. δὲ ἀμυνόμενος αὐτοὺς τὴν πέριξ ἐδῄου χώραν καὶ τὴν πόλιν κατὰ κράτος λαμβάνει πολιορκίᾳ. 9.231φέρων δὲ χαλεπῶς ἐπὶ τοῖς ὑπὸ τῶν Θαψίων πραχθεῖσι πάντας αὐτοὺς διεχρήσατο μηδὲ νηπίων φεισάμενος ὠμότητος ὑπερβολὴν οὐ καταλιπὼν οὐδὲ ἀγριότητος· γὰρ οὐδὲ τῶν ἀλλοφύλων τινὰς συγγνωστὸν διαθεῖναι γενομένους ὑποχειρίους, ταῦτα τοὺς ὁμοφύλους οὗτος εἰργάσατο. 9.232βασιλεύσας οὖν τῷ τρόπῳ τούτῳ Μαναῆμος ἐπʼ ἔτη μὲν δέκα σκαιὸς καὶ πάντων ὠμότατος διέμενεν ὤν, στρατεύσαντος δʼ ἐπʼ αὐτὸν Φούλου τοῦ Ἀσσυρίων βασιλέως εἰς μὲν ἀγῶνα καὶ μάχην οὐκ ἀπαντᾷ τοῖς Ἀσσυρίοις, πείσας δὲ χίλια τάλαντα ἀργυρίου λαβόντα ἀναχωρῆσαι διαλύεται τὸν πόλεμον. 9.233τὸ δὲ κεφάλαιον τοῦτο συνήνεγκε τὸ πλῆθος Μαναήμῳ πραχθὲν κατὰ κεφαλὴν δραχμὰς πεντήκοντα. τελευτήσας δὲ μετὰ ταῦτα κηδεύεται μὲν ἐν Σαμαρείᾳ, καταλείπει δὲ τῆς βασιλείας τὸν υἱὸν Φακέαν διάδοχον, ὃς τῇ τοῦ πατρὸς κατακολουθήσας ὠμότητι δυσὶν ἔτεσι μόνοις ἦρξεν. 9.234ἔπειτα δολοφονηθεὶς ἐν συμποσίῳ μετὰ φίλων ἀπέθανε Φακέου τινός, ὃς ἦν χιλίαρχος, ἐπιβουλεύσαντος αὐτῷ, παιδὸς δὲ Ῥομελία. κατασχὼν δὲ καὶ οὗτος Φακέας τὴν ἀρχὴν ἔτεσιν εἴκοσιν ἀσεβής τε ἦν καὶ παράνομος. 9.235 δὲ τῶν Ἀσσυρίων βασιλεὺς Θαγλαθφαλλάσαρ τοὔνομα ἐπιστρατευσάμενος τοῖς Ἰσραηλίταις καὶ τήν τε Γαλαδηνὴν ἅπασαν καταστρεψάμενος καὶ τὴν πέραν τοῦ Ἰορδάνου χώραν καὶ τὴν πρὸς αὐτῇ τὴν Γαλιλαίαν καλουμένην καὶ Κύδισσα καὶ Ἄσωρα τοὺς οἰκήτορας αἰχμαλωτίσας μετέστησεν εἰς τὴν αὑτοῦ βασιλείαν. καὶ τὰ μὲν περὶ τοῦ Ἀσσυρίων βασιλέως ἐν τούτοις ἡμῖν δεδηλώσθω. 9.236

Ἰωσᾶς δὲ Ὀζία παῖς ἐβασίλευσε τῆς Ἰούδα φυλῆς ἐν Ἱεροσολύμοις ἐκ μητρὸς μὲν ἀστῆς γεγονὼς καλουμένης δὲ Ἰεράσης. οὗτος βασιλεὺς οὐδεμιᾶς ἀρετῆς ἀπελείπετο, ἀλλʼ εὐσεβὴς μὲν τὰ πρὸς τὸν θεόν, δίκαιος δὲ τὰ πρὸς ἀνθρώπους ὑπῆρχεν, ἐπιμελὴς δὲ τῶν κατὰ πόλιν· 9.237ὅσα γὰρ ἐπισκευῆς ἐδεῖτο καὶ κόσμου ταῦτα φιλοτίμως ἐξειργάσατο, στοὰς μὲν τὰς ἐν τῷ ναῷ ἱδρύσας καὶ προπύλαια, τὰ δὲ καταπεπτωκότα τῶν τειχῶν ἀνέστησε πύργους παμμεγέθεις καὶ δυσαλώτους οἰκοδομήσας, καὶ τῶν ἄλλων εἴ τι κατὰ τὴν βασιλείαν ἠμέλητο πολλὴν ἐπιστροφὴν ἐποιεῖτο. 9.238στρατευσάμενος δὲ καὶ ἐπὶ τοὺς Ἀμμανίτας καὶ κρατήσας αὐτῶν τῇ μάχῃ προσέταξεν αὐτοῖς φόρους κατὰ πᾶν ἔτος αὐτῷ τελεῖν ἑκατὸν τάλαντα καὶ σίτου κόρους μυρίους, τοσούτους δὲ καὶ κριθῆς. ηὔξησε δʼ οὕτω τὴν βασιλείαν, ὥστε ἀκαταφρόνητον μὲν αὐτὴν ἐκ τῶν πολεμίων εἶναι, τοῖς δʼ οἰκείοις εὐδαίμονα. 9.239

Ἦν δέ τις κατὰ τοῦτον τὸν καιρὸν προφήτης Ναοῦμος ὄνομα, ὃς περὶ τῆς Ἀσσυρίων καταστροφῆς καὶ τῆς Νίνου προφητεύων ἔλεγεν, ὡς ἔσται Νινύας κολυμβήθρα ὕδατος κινουμένη· οὕτως καὶ δῆμος ἅπας ταρασσόμενος καὶ κλυδωνιζόμενος οἰχήσεται φεύγων λεγόντων πρὸς ἀλλήλουςστῆτε καὶ μείνατε καὶ χρυσὸν αὑτοῖς καὶ ἄργυρον ἁρπάσατε.” ἔσται δʼ οὐδεὶς βουλησόμενος· 9.240σώζειν γὰρ αὑτῶν ἐθελήσουσι τὰς ψυχὰς μᾶλλον τὰ κτήματα· δεινὴ γὰρ αὐτοὺς ἐν ἀλλήλοις ἔρις ἕξει καὶ θρῆνος πάρεσίς τε τῶν μελῶν, αἵ τε ὄψεις ὑπὸ τοῦ φόβου μέλαιναι τελέως αὐτοῖς γενήσονται. 9.241ποῦ δὲ ἔσται τὸ κατοικητήριον τῶν λεόντων καὶ μήτηρ σκύμνων; λέγει δέ σοι θεός, Νινύα, ὅτι ἀφανιῶ σε καὶ οὐκέτι λέοντες ἐκ 9.242σοῦ πορευόμενοι ἐπιτάξουσι τῷ κόσμῳ.” καὶ ἄλλα δὲ πολλὰ πρὸς τούτοις ἐπροφήτευσεν οὗτος προφήτης περὶ Νινύης, λέγειν οὐκ ἀναγκαῖον ἡγησάμην, ἵνα δὲ μὴ τοῖς ἐντυγχάνουσιν ὀχληρὸς δοκῶ παρέλιπον. συνέβη δὲ πάντα τὰ προειρημένα περὶ Νινύης μετὰ ἔτη ἑκατὸν καὶ πεντεκαίδεκα. περὶ μὲν τούτων ἀποχρώντως ἡμῖν δεδήλωται. 9.243

δὲ Ἰώθαμος μετήλλαξεν ἔτη βιώσας ἓν καὶ τεσσαράκοντα βασιλεύσας δʼ ἐξ αὐτῶν ἑκκαίδεκα, θάπτεται δὲ ἐν ταῖς βασιλικαῖς θήκαις. ἔρχεται δʼ εἰς τὸν υἱὸν αὐτοῦ Ἄχαζον βασιλεία, ὃς ἀσεβέστατος εἰς τὸν θεὸν γενόμενος καὶ τοὺς πατρίους παραβὰς νόμους τοὺς Ἰσραηλιτῶν βασιλέας ἐμιμήσατο βωμοὺς ἐν Ἱεροσολύμοις ἀναστήσας καὶ θύων ἐπʼ αὐτῶν τοῖς εἰδώλοις, οἷς καὶ ἴδιον ὡλοκαύτωσε παῖδα κατὰ τὰ Χαναναίων ἔθη, καὶ τούτοις ἄλλα παραπλήσια διεπράττετο. 9.244ἔχοντος δʼ οὕτως καὶ μεμηνότος ἐστράτευσεν ἐπʼ αὐτὸν τῶν Σύρων καὶ Δαμασκηνῶν βασιλεὺς Ῥαασὴς καὶ Φακέας τῶν Ἰσραηλιτῶν· φίλοι γὰρ ἦσαν· καὶ συνελάσαντες αὐτὸν εἰς τὰ Ἱεροσόλυμα ἐπὶ πολὺν ἐπολιόρκουν χρόνον διὰ τὴν τῶν τειχῶν ὀχυρότητα μηδὲν ἀνύοντες. 9.245 δὲ τῶν Σύρων βασιλεὺς λαβὼν τὴν πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ πόλιν Ἠλαθοὺς καὶ τοὺς ἐνοικοῦντας ἀποκτείνας ἐγκατῴκισεν αὐτῇ Σύρους. τοὺς δʼ ἐν τοῖς φρουρίοις ὁμοίως καὶ τοὺς πέριξ Ἰουδαίους διαφθείρας καὶ λείαν πολλὴν ἀπελάσας εἰς Δαμασκὸν μετὰ τῆς στρατιᾶς ἀνέζευξεν. 9.246 δὲ τῶν Ἱεροσολυμιτῶν βασιλεὺς γνοὺς τοὺς Σύρους ἐπʼ οἴκου κεχωρηκότας καὶ νομίσας ἀξιόμαχος εἶναι τῷ τῶν Ἰσραηλιτῶν βασιλεῖ τὴν δύναμιν ἐπʼ αὐτὸν ἐξήγαγε, καὶ συμβαλὼν ἐνικήθη κατὰ μῆνιν τοῦ θεοῦ, ἣν ἐπὶ τοῖς ἀσεβήμασιν αὐτοῦ πολλοῖς ἅμα καὶ μεγάλοις εἶχεν· 9.247δώδεκα γὰρ μυριάδες κατʼ ἐκείνην αὐτοῦ τὴν ἡμέραν ὑπὸ τῶν Ἰσραηλιτῶν ἀνῃρέθησαν, ὧν στρατηγὸς Ζαχάριν τὸν υἱὸν ἀπέκτεινεν ἐν τῇ συμβολῇ τοῦ βασιλέως Ἀχάζου Ἀμασίας ὄνομα, καὶ τὸν ἐπίτροπον τῆς βασιλείας ἁπάσης Ἐρκὰμ καὶ τὸν τῆς Ἰούδα φυλῆς στρατηγὸν Ἐλικὰν αἰχμάλωτον ἔλαβον, καὶ ἐκ τῆς Βενιαμίτιδος φυλῆς γυναῖκας καὶ παῖδας ἀπήγαγον, καὶ πολλὴν λείαν διαρπάσαντες ἀνεχώρησαν εἰς Σαμάρειαν. 9.248

Ὠδηδὰς δέ τις, ὃς κατʼ ἐκεῖνο καιροῦ προφήτης ὑπῆρχεν ἐν Σαμαρείᾳ, τῷ στρατῷ πρὸ τῶν τειχῶν ἀπαντήσας μεγάλῃ βοῇ τὴν νίκην αὐτοῖς οὐ διὰ τὴν οἰκείαν ἰσχὺν αὐτῶν ἐδήλου γενέσθαι, διὰ δὲ τὸν τοῦ θεοῦ χόλον, ὃν εἶχεν ἐπʼ Ἄχαζον τὸν βασιλέα. 9.249καὶ κατεμέμφετο τῇ μὲν εὐπραγίᾳ τῇ κατʼ αὐτοῦ μὴ ἀρκεσθέντας, ἀλλὰ τολμήσαντας τοὺς ἐκ τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίτιδος συγγενεῖς ὄντας αἰχμαλωτίσαι. συνεβούλευέ τε αὐτοῖς ἀπολῦσαι τούτους εἰς τὴν οἰκείαν ἀπαθεῖς· ἀπειθήσαντας γὰρ τῷ θεῷ δίκην ὑφέξειν. 9.250 δὲ τῶν Ἰσραηλιτῶν λαὸς εἰς ἐκκλησίαν συνελθὼν ἐπεσκέπτετο περὶ τούτων. ἀναστὰς δέ τις Βαραχίας ὄνομα τῶν εὐδοκιμούντων ἐν τῇ πολιτείᾳ καὶ ἄλλοι μετʼ αὐτοῦ τρεῖς ἔλεγον οὐκ ἐπιτρέψειν τοῖς ὁπλίταις εἰσαγαγεῖν εἰς τὴν πόλιν, ἵνα μὴ πάντες ἀπολώμεθα ὑπὸ τοῦ θεοῦ· μόνον γὰρ ἀπόχρη τὸ πρὸς αὐτὸν ἡμᾶς ἐξαμαρτεῖν, ὡς οἱ προφῆται λέγουσιν, ἀλλὰ μὴ καινότερα τούτων ἀσεβήματα 9.251δρᾶν.” ταῦτʼ ἀκούσαντες οἱ στρατιῶται συνεχώρησαν ἐκείνοις ποιεῖν ἐδόκει συμφέρειν. παραλαβόντες οὖν οἱ προειρημένοι ἄνδρες τοὺς αἰχμαλώτους ἔλυσάν τε καὶ ἐπιμελείας ἠξίωσαν καὶ δόντες ἐφόδια εἰς τὴν οἰκείαν ἀπέλυσαν ἀβλαβεῖς, οὐδὲν δʼ ἧττον καὶ τέσσαρες αὐτοῖς συνῆλθον καὶ μέχρις Ἱεριχοῦντος προπέμψαντες οὐκ ἄπωθεν τῶν Ἱεροσολύμων ἀνέστρεψαν εἰς Σαμάρειαν. 9.252

Ἄχαζος δʼ βασιλεὺς ταῦτα παθὼν ὑπὸ τῶν Ἰσραηλιτῶν πέμψας πρὸς τὸν τῶν Ἀσσυρίων βασιλέα Θαγλαθφαλλασάρην συμμαχίαν αὐτὸν παρασχεῖν παρεκάλει πρὸς τὸν πόλεμον τὸν πρὸς τοὺς Ἰσραηλίτας καὶ Σύρους καὶ Δαμασκηνοὺς χρήματα πολλὰ δώσειν ὑπισχνούμενος, ἔπεμψε δʼ αὐτῷ καὶ λαμπρὰς δωρεάς. 9.253 δὲ τῶν πρέσβεων ἀφικομένων ὡς αὐτὸν ἧκε σύμμαχος Ἀχάζῳ, καὶ στρατεύσας ἐπὶ τοὺς Σύρους τήν τε χώραν αὐτῶν ἐπόρθησε καὶ τὴν Δαμασκὸν κατὰ κράτος εἷλε καὶ τὸν βασιλέα Ἀρασὴν ἀπέκτεινε. τοὺς δὲ Δαμασκηνοὺς ἀπῴκισεν εἰς τὴν ἄνω Μηδίαν καὶ ἐκ τῶν ἐθνῶν τῶν Ἀσσυρίων μεταστήσας τινὰς εἰς τὴν Δαμασκὸν κατῴκισε. 9.254τὴν δὲ τῶν Ἰσραηλιτῶν γῆν κακώσας πολλοὺς ἐξ αὐτῆς αἰχμαλώτους συνέλαβε. ταῦτʼ αὐτοῦ διαπραξαμένου τοὺς Σύρους βασιλεὺς ἄρας τὸν χρυσὸν ὃς ἦν ἐν τοῖς βασιλικοῖς θησαυροῖς καὶ τὸν ἄργυρον τὸν ἐν τῷ ναῷ τοῦ θεοῦ καὶ εἴ τι κάλλιστον ἀνάθημα, τοῦτο βαστάσας ἧκεν ἔχων εἰς Δαμασκὸν καὶ ἔδωκε τῷ τῶν Ἀσσυρίων βασιλεῖ κατὰ τὰς ὁμολογίας· καὶ πάντων αὐτῷ χάριν ἔχειν ὁμολογήσας ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. 9.255ἦν δʼ οὕτως ἀνόητος καὶ τοῦ συμφέροντος ἀσυλλόγιστος βασιλεὺς, ὥστε οὐδὲ πολεμούμενος ὑπὸ τῶν Σύρων ἐπαύσατο τοὺς θεοὺς αὐτῶν προσκυνῶν, ἀλλὰ διετέλει τούτους σεβόμενος ὡς παρεξομένους αὐτῷ τὴν νίκην. 9.256ἡττηθεὶς δὲ πάλιν τοὺς Ἀσσυρίων ἤρξατο τιμᾶν θεοὺς καὶ πάντας ἐῴκει μᾶλλον τιμήσων τὸν πατρῷον καὶ ἀληθῶς θεόν, ὃς αὐτῷ καὶ τῆς ἥττης ὀργιζόμενος ἦν αἴτιος. 9.257ἐπὶ τοσοῦτον δʼ ὀλιγωρίας καὶ καταφρονήσεως ἦλθεν, ὡς καὶ τέλεον ἀποκλεῖσαι τὸν ναὸν καὶ τὰς νενομισμένας ἀπαγορεῦσαι θυσίας ἐπιφέρειν καὶ περιδῦσαι τῶν ἀναθημάτων αὐτόν. ταῦθʼ ὑβρίσας τὸν θεὸν ἐτελεύτησεν ἔτη μὲν βιώσας ἓξ καὶ τριάκοντα, βασιλεύσας δʼ ἐξ αὐτῶν ἑκκαίδεκα, τὸν δʼ υἱὸν Ἐζεκίαν διάδοχον καταλιπών. 9.258

Ἀπέθανε δʼ ὑπὸ τὸν αὐτὸν καιρὸν καὶ τῶν Ἰσραηλιτῶν βασιλεὺς Φακέας ἐπιβουλεύσαντος αὐτῷ φίλου τινὸς Ὠσήου ὄνομα, ὃς κατασχὼν τὴν βασιλείαν ἐπʼ ἔτη ἐννέα πονηρός τε ἦν καὶ τῶν πρὸς τὸν θεὸν ὀλίγωρος. 9.259στρατεύει δʼ ἐπʼ αὐτὸν τῶν Ἀσσυρίων βασιλεὺς Σαλμανάσσας καὶ κρατήσας αὐτοῦ, τὸν γὰρ θεὸν οὐκ εἶχεν Ὠσῆος εὐμενῆ, καὶ σύμμαχον ἐποιήσατο καὶ φόρους ἐπέταξεν αὐτῷ τελεῖν ὡρισμένους. 9.260ἔτει δὲ τετάρτῳ Ὠσήου τῆς βασιλείας ἐβασίλευσεν Ἐζεκίας ἐν Ἱεροσολύμοις Ἀχάζου υἱὸς καὶ Ἀβίας ἀστῆς τὸ γένος. φύσις δʼ ἦν αὐτῷ χρηστὴ καὶ δικαία καὶ εὐσεβής· οὐδὲν γὰρ ἄλλο πρῶτον εἰς τὴν βασιλείαν παρελθὼν οὐδʼ ἀναγκαιότερον οὐδὲ συμφορώτερον αὑτῷ τε καὶ τοῖς ἀρχομένοις ὑπέλαβε τοῦ θρησκεύειν τὸν θεόν, ἀλλὰ συγκαλέσας τὸν λαὸν καὶ τοὺς ἱερεῖς καὶ τοὺς Ληουίτας ἐδημηγόρησεν ἐν αὐτοῖς λέγων· 9.261οὐκ ἀγνοεῖτε μέν, ὡς διὰ τὰς τοῦ πατρὸς ἁμαρτίας τοὐμοῦ παραβάντος τὴν πρὸς θεὸν ὁσίαν καὶ τιμὴν πολλῶν ἐπειράθητε καὶ μεγάλων κακῶν, διαφθαρέντες ὑπʼ αὐτοῦ τὴν διάνοιαν καὶ ἀναπεισθέντες οὓς αὐτὸς ἐδοκίμαζεν εἶναι θεοὺς τούτοις προσκυνεῖν· 9.262παραινῶ δὲ ὑμῖν ἔργῳ μεμαθηκότας, ὡς ἔστι δεινὸν τὸ ἀσεβεῖν, τούτου μὲν ἤδη λήθην ποιήσασθαι, καθᾶραι δʼ αὑτοὺς ἐκ τῶν προτέρων μιασμάτων τούς τε ἱερεῖς καὶ Ληουίτας καὶ συνελθόντας οὕτως ἀνοῖξαι τὸ ἱερόν, καὶ καθάραντας αὐτὸ ταῖς ἐξ ἔθους θυσίαις εἰς τὴν ἀρχαίαν καὶ πάτριον ἀνακαλέσασθαι τιμήν. οὕτως γὰρ τὸν θεὸν εὐμενῆ ποιήσαιμεν ἀφέντα τὴν ὀργήν.” 9.263

Ταῦτʼ εἰπόντος τοῦ βασιλέως οἱ ἱερεῖς ἀνοίγουσί τε τὸ ἱερὸν καὶ ἀνοίξαντες τὰ σκεύη τοῦ θεοῦ καὶ τὰ μιάσματα ἐκβαλόντες τὰς ἐξ ἔθους τῷ βωμῷ θυσίας ἐπέφερον. διαπέμψας δʼ βασιλεὺς εἰς τὴν ὑπʼ αὐτὸν χώραν ἐκάλει τὸν λαὸν εἰς Ἱεροσόλυμα τὴν τῶν ἀζύμων ἑορτὴν ἄξοντα· πολὺν γὰρ ἐκλελοίπει χρόνον διὰ τὰς τῶν προειρημένων βασιλέων παρανομίας. 9.264ἐξαπέστειλε δὲ καὶ πρὸς τοὺς Ἰσραηλίτας προτρεπόμενος αὐτοὺς ἀφέντας τὸν ἄρτι βίον εἰς τὴν ἀρχαίαν ἐπανελθεῖν συνήθειαν καὶ σέβειν τὸν θεόν· καὶ γὰρ ἐπιτρέπειν αὐτοῖς παραγενομένοις εἰς Ἱεροσόλυμα τὴν τῶν ἀζύμων ἑορτὴν ἄγειν καὶ συμπανηγυρίζειν αὐτοῖς. ταῦτα δʼ ἔλεγε παραινεῖν, οὐχ ὅπως ὑπακούσωσιν αὐτοῦ εἰ μὴ θέλουσι, τοῦ δʼ ἐκείνοις συμφέροντος ἕνεκα· μακαρίους γὰρ ἔσεσθαι. 9.265οἱ δὲ Ἰσραηλῖται παραγενομένων τῶν πρέσβεων καὶ δηλωσάντων αὐτοῖς τὰ παρὰ τοῦ ἰδίου βασιλέως οὐ μόνον οὐκ ἐπείσθησαν, ἀλλὰ καὶ τοὺς πρέσβεις ὡς ἀνοήτους ἐχλεύασαν, καὶ τοὺς προφήτας δὲ ὁμοίως ταῦτα παραινοῦντας καὶ προλέγοντας πείσονται μὴ μεταθέμενοι πρὸς τὴν εὐσέβειαν τοῦ θεοῦ διέπτυον καὶ τελευταῖον συλλαβόντες αὐτοὺς ἀπέκτειναν. 9.266καὶ οὐδὲ μέχρι τούτων αὐτοῖς ἤρκεσε παρανομοῦσιν, ἀλλὰ χείρω τῶν προειρημένων ἐπενοοῦντο καὶ οὐ πρότερον ἐπαύσαντο, πρὶν τοῖς πολεμίοις αὐτοὺς ἀμυνόμενος τῆς ἀσεβείας θεὸς ἐποίησεν ὑποχειρίους. καὶ περὶ μὲν τούτων αὖθις δηλώσομεν. 9.267πολλοὶ μέντοι τῆς Μανασσίτιδος φυλῆς καὶ Ζαβούλου καὶ Ἰσσαχάρου πεισθέντες οἷς οἱ προφῆται παρῄνεσαν εἰς εὐσέβειαν μετεβάλοντο. καὶ οὗτοι πάντες εἰς Ἱεροσόλυμα πρὸς Ἐζεκίαν συνέδραμον, ὅπως τῷ θεῷ προσκυνήσωσιν. 9.268

Ἀφικομένων δὲ τούτων βασιλεὺς Ἐζεκίας ἀναβὰς εἰς τὸ ἱερὸν μετὰ τῶν ἡγεμόνων καὶ τοῦ λαοῦ παντὸς ἔθυσεν ὑπὲρ αὑτοῦ ταύρους ἑπτὰ καὶ κριοὺς τοσούτους καὶ ἄρνας ἑπτὰ καὶ ἐρίφους τοσούτους. ἐπιθέντες δὲ τὰς χεῖρας ταῖς κεφαλαῖς τῶν ἱερείων αὐτός τε βασιλεὺς καὶ οἱ ἡγεμόνες τοῖς ἱερεῦσι καλλιερεῖν ἐφῆκαν. 9.269καὶ οἱ μὲν ἔθυόν τε καὶ ὡλοκαύτουν, οἱ δὲ Λευῖται περιεστῶτες ἐν κύκλῳ μετὰ τῶν μουσικῶν ὀργάνων ᾖδον ὕμνους εἰς τὸν θεὸν καὶ ἔψαλλον ὡς ἐδιδάχθησαν ὑπὸ Δαυίδου, οἱ δὲ λοιποὶ ἱερεῖς βυκάνας ἔχοντες ἐπεσάλπιζον τοῖς ὑμνῳδοῦσι. τούτων δὲ γινομένων ἐπὶ πρόσωπον ῥίψαντες αὑτοὺς τε βασιλεὺς καὶ τὸ πλῆθος προσεκύνουν τὸν θεόν. 9.270ἔπειτα θύει μὲν βοῦς ἑβδομήκοντα κριοὺς ἑκατὸν ἄρνας διακοσίους, τῷ πλήθει δὲ πρὸς εὐωχίαν ἐχαρίσατο βοῦς μὲν ἑξακοσίους τὰ δὲ λοιπὰ θρέμματα τρισχίλια· καὶ πάντα μὲν οἱ ἱερεῖς ἀκολούθως ἐποίησαν τῷ νόμῳ. τούτοις δʼ βασιλεὺς ἡδόμενος εὐωχεῖτο μετὰ τοῦ λαοῦ τῷ θεῷ χάριν ἔχειν ὁμολογῶν. 9.271ἐνστάσης δὲ τῆς τῶν ἀζύμων ἑορτῆς θύσαντες τὴν λεγομένην φάσκα τὰς ἄλλας τὸ λοιπὸν θυσίας ἐπετέλουν ἐπὶ ἡμέρας ἑπτά. τῷ δὲ πλήθει πάρεξ ὧν ἐκαλλιέρησαν αὐτοὶ ταύρους μὲν δισχιλίους θρέμματα δὲ ἑπτακισχίλια βασιλεὺς ἐχαρίσατο. τὸ δʼ αὐτὸ καὶ οἱ ἡγεμόνες ἐποίησαν· χιλίους μὲν γὰρ ταύρους ἔδοσαν αὐτοῖς θρέμματα δὲ χίλια καὶ τεσσαράκοντα. 9.272καὶ τοῦτον τὸν τρόπον ἀπὸ Σολόμωνος τοῦ βασιλέως οὐκ ἀχθεῖσα ἑορτὴ τότε πρῶτον λαμπρῶς καὶ φιλοτίμως ἐπετελέσθη. ὡς δὲ τὰ περὶ τὴν ἑορτὴν αὐτοῖς πέρας εἶχεν, ἐξελθόντες εἰς τὴν χώραν ἥγνισαν αὐτήν· 9.273καὶ τὴν πόλιν δὲ παντὸς ἐκάθηραν μιάσματος εἰδώλων, τάς τε καθημερινὰς θυσίας βασιλεὺς ἐκ τῶν ἰδίων ἐπιτελεῖσθαι διέταξε κατὰ τὸν νόμον, καὶ τοῖς ἱερεῦσι καὶ Ληουίταις τὰς δεκάτας ὥρισε παρὰ τοῦ πλήθους δίδοσθαι καὶ τὰς ἀπαρχὰς τῶν καρπῶν, ἵνʼ ἀεὶ τῇ θρησκείᾳ παραμένωσι καὶ τῆς θεραπείας ὦσιν ἀχώριστοι τοῦ θεοῦ. 9.274καὶ τὸ μὲν πλῆθος συνεισέφερε παντοδαπὸν καρπὸν τοῖς ἱερεῦσι καὶ Λευίταις, ἀποθήκας δὲ καὶ ταμιεῖα τούτων βασιλεὺς κατασκευάσας ἑκάστῳ διένειμε τῶν ἱερέων καὶ Ληουιτῶν καὶ παισὶν αὐτῶν καὶ γυναιξί· 9.275καὶ οὕτω πάλιν εἰς τὴν ἀρχαίαν θρησκείαν ἐπανῆλθον. ταῦτα δὲ τὸν προειρημένον τρόπον βασιλεὺς καταστησάμενος πόλεμον ἐξήνεγκε πρὸς τοὺς Παλαιστίνους καὶ νικήσας κατέσχεν ἁπάσας ἀπὸ Γάζης μέχρι Γίττης πόλεις τῶν πολεμίων. δὲ τῶν Ἀσσυρίων βασιλεὺς πέμψας ἠπείλει πᾶσαν αὐτοῦ καταστρέψεσθαι τὴν ἀρχήν, εἰ μὴ τοὺς φόρους, οὓς πατὴρ αὐτοῦ τὸ πρῶτον ἐτέλει, τούτους ἀποδώσει. 9.276Ἐζεκίας δὲ τῶν μὲν ἀπειλῶν οὐκ ἐφρόντισʼ, ἐθάρρει δὲ ἐπὶ τῇ πρὸς τὸ θεῖον εὐσεβείᾳ καὶ τῷ προφήτῃ Ἡσαΐᾳ, παρʼ οὗ πάντʼ ἀκριβῶς τὰ μέλλοντα ἐπυνθάνετο. καὶ ὧδε μὲν ἡμῖν ἐπὶ τοῦ παρόντος ἐχέτω τὰ περὶ τούτου τοῦ βασιλέως. 9.277

Σαλμανάσσης δὲ τῶν Ἀσσυρίων βασιλεύς, ἐπεὶ ἠγγέλη αὐτῷ τῶν Ἰσραηλιτῶν βασιλεὺς Ὠσείης πέμψας κρύφα πρὸς Σώαν τὸν τῶν Αἰγυπτίων βασιλέα παρακαλῶν αὐτὸν ἐπὶ συμμαχίαν τὴν κατʼ αὐτοῦ, παροξυνθεὶς ἐστράτευσεν ἐπὶ τὴν Σαμάρειαν ἔτει ἑβδόμῳ τῆς Ὠσήου βασιλείας. 9.278οὐ δεξαμένου δʼ αὐτὸν τοῦ βασιλέως ἔτεσι πολιορκήσας τρισὶν εἷλε κατὰ κράτος τὴν Σαμάρειαν, ἔνατον μὲν ἔτος Ὠσήου βασιλεύοντος ἕβδομον δὲ Ἐζεκίου τοῦ τῶν Ἱεροσολυμιτῶν βασιλέως, καὶ τὴν τῶν Ἰσραηλιτῶν ἡγεμονίαν ἄρδην ἠφάνισε καὶ πάντα τὸν λαὸν μετῴκισεν εἰς τὴν Μηδίαν καὶ Περσίδα, ἐν οἷς καὶ τὸν βασιλέα Ὠσῆν ζῶντα ἔλαβε. 9.279καὶ μεταστήσας ἄλλα ἔθνη ἀπὸ Χούθου τόπου τινός, ἔστι γὰρ ἐν τῇ Περσίδι ποταμὸς τοῦτʼ ἔχων τοὔνομα, κατῴκισεν εἰς τὴν Σαμάρειαν καὶ τὴν τῶν Ἰσραηλιτῶν χώραν. 9.280μετῴκησαν οὖν αἱ δέκα φυλαὶ τῶν Ἰσραηλιτῶν ἐκ τῆς Ἰουδαίας μετὰ ἐτῶν ἀριθμὸν ἐνακοσίων τεσσαρακονταεπτά, ἀφʼ οὗ χρόνου τὴν Αἴγυπτον ἐξῆλθον αὐτῶν οἱ πρόγονοι, ὃν δὲ κατέσχον τὴν χώραν ταύτην στρατηγοῦντος Ἰησοῦ ἔστιν ἐτῶν ὀκτακοσίων· ἀφʼ οὗ δʼ ἀποστάντες ἀπὸ Ῥοβοάμου τοῦ Δαυίδου υἱωνοῦ τὴν βασιλείαν Ἱεροβοάμῳ παρέδοσαν, ὥς μοι καὶ πρότερον δεδήλωται, ἔτη ἐστὶ διακόσια τεσσαράκοντα μῆνες ἑπτὰ ἡμέραι ἑπτά. 9.281καὶ τέλος μὲν τοὺς Ἰσραηλίτας τοιοῦτο κατέλαβε παραβάντας τοὺς νόμους καὶ παρακούσαντας τῶν προφητῶν, οἳ προύλεγον ταύτην αὐτοῖς τὴν συμφορὰν μὴ παυσαμένοις τῶν ἀσεβημάτων. 9.282ἦρξε δʼ αὐτοῖς τῶν κακῶν στάσις, ἣν ἐστασίασαν πρὸς Ῥοβόαμον τὸν Δαυίδου υἱωνὸν Ἱερόβαμον τὸν τούτου δοῦλον αὑτῶν ἀποδείξαντες βασιλέα, ὃς εἰς τὸ θεῖον ἐξαμαρτὼν ἐχθρὸν αὐτοῖς τοῦτο ἐποίησε μιμησαμένοις τὴν ἐκείνου παρανομίαν. ἀλλʼ μὲν ἧς ἦν ἄξιος δίκης ταύτην ὑπέσχεν. 9.283

δὲ τῶν Ἀσσυρίων βασιλεὺς ἐπῆλθε πολεμῶν τήν τε Συρίαν πᾶσαν τήν τε Φοινίκην, τό τε ὄνομα τούτου τοῦ βασιλέως ἐν τοῖς Τυρίων ἀρχείοις ἀναγέγραπται· ἐστράτευσε γὰρ ἐπὶ Τύρον βασιλεύοντος αὐτῆς Ἐλουλαίου. μαρτυρεῖ δὲ καὶ τούτοις Μένανδρος τῶν χρονικῶν ποιησάμενος τὴν ἀναγραφὴν καὶ τὰ τῶν Τυρίων ἀρχεῖα μεταφράσας εἰς τὴν Ἑλληνικὴν γλῶτταν, ὃς οὕτως ἐδήλωσε· 9.284καὶ Ἐλουλαῖος θεμένων αὐτῷ Πύας ὄνομα ἐβασίλευσεν ἔτη τριακονταέξ. οὗτος ἀποστάντων Κιτταίων ἀναπλεύσας προσηγάγετο αὐτοὺς πάλιν. ἐπὶ τούτου Σελάμψας τῶν Ἀσσυρίων βασιλεὺς ἐπῆλθε Φοινίκην πολεμῶν ἅπασαν, ὅστις σπεισάμενος εἰρήνην μετὰ πάντων ἀνεχώρησεν ὀπίσω· 9.285ἀπέστη τε Τυρίων Σιδὼν καὶ Ἄρκη καὶ πάλαι Τύρος καὶ πολλαὶ ἄλλαι πόλεις, αἳ τῷ Ἀσσυρίων ἑαυτὰς βασιλεῖ παρέδοσαν. διʼ Τυρίων οὐχ ὑποταγέντων πάλιν βασιλεὺς ἐπʼ αὐτοὺς ὑπέστρεψε Φοινίκων συμπληρωσάντων αὐτῷ ναῦς ἑξήκοντα καὶ ἐπικώπους ὀκτακοσίους. 9.286αἷς ἐπιπλεύσαντες οἱ Τύριοι ναυσὶ δεκαδύο τῶν νεῶν τῶν ἀντιπάλων διασπαρεισῶν λαμβάνουσιν αἰχμαλώτους ἄνδρας εἰς πεντακοσίους· ἐπετάθη δὴ πάντων ἐν Τύρῳ τιμή. 9.287διὰ ταῦτʼ ἀναζεύξας τῶν Ἀσσυρίων βασιλεὺς κατέστησε φύλακας ἐπὶ τοῦ ποταμοῦ καὶ τῶν ὑδραγωγείων, οἳ διακωλύσουσι Τυρίους ἀρύεσθαι, καὶ τοῦτο ἔτεσι πέντε γενόμενον ἐκαρτέρησαν πίνοντες ἐκ φρεάτων ὀρυκτῶν.” καὶ τὰ μὲν ἐν τοῖς Τυρίων ἀρχείοις γεγραμμένα κατὰ Σαλμανάσσου τοῦ Ἀσσυρίων βασιλέως ταῦτʼ ἐστίν. 9.288

Οἱ δὲ μετοικισθέντες εἰς τὴν Σαμάρειαν Χουθαῖοι, ταύτῃ γὰρ ἐχρῶντο μέχρι δεῦρο τῇ προσηγορίᾳ διὰ τὸ ἐκ τῆς Χουθᾶ καλουμένης χώρας μεταχθῆναι, αὕτη δʼ ἐστὶν ἐν τῇ Περσίδι καὶ ποταμὸς τοῦτʼ ἔχων ὄνομα, ἕκαστοι κατὰ ἔθνος ἴδιον θεὸν εἰς τὴν Σαμάρειαν κομίσαντες, πέντε δʼ ἦσαν, καὶ τούτους καθὼς ἦν πάτριον αὐτοῖς σεβόμενοι παροξύνουσι τὸν μέγιστον θεὸν εἰς ὀργὴν καὶ χόλον. 9.289λοιμὸν γὰρ αὐτοῖς ἐνέσκηψεν, ὑφʼ οὗ φθειρόμενοι οὐδεμίαν τῶν κακῶν θεραπείαν ἐπινοοῦντες χρησμῷ θρησκεύειν τὸν μέγιστον θεόν, ὡς τοῦτο σωτήριον αὐτοῖς ὄν, ἔμαθον. πέμψαντες οὖν πρὸς τὸν Ἀσσυρίων βασιλέα πρέσβεις ἐδέοντο ἱερεῖς αὐτοῖς ὧν ἔλαβεν αἰχμαλώτων τοὺς Ἰσραηλίτας πολεμήσας ἀποστεῖλαι. 9.290πέμψαντός τε τὰ νόμιμα καὶ τὴν περὶ τὸν θεὸν τοῦτον ὁσίαν διδαχθέντες ἐθρήσκευον αὐτὸν φιλοτίμως καὶ τοῦ λοιμοῦ παραχρῆμα ἐπαύσαντο. χρώμενοί τε τοῖς αὐτοῖς ἔτι καὶ νῦν ἔθεσι διατελοῦσιν οἱ κατὰ μὲν τὴν Ἑβραίων γλῶτταν Χουθαῖοι, κατὰ δὲ τὴν Ἑλλήνων Σαμαρεῖται, 9.291οἳ πρὸς μεταβολὴν συγγενεῖς μὲν ὅταν εὖ πράττοντας βλέπωσι τοὺς Ἰουδαίους ἀποκαλοῦσιν ὡς ἐξ Ἰωσήπου φύντες καὶ τὴν ἀρχὴν ἐκεῖθεν τῆς πρὸς αὐτοὺς ἔχοντες οἰκειότητος, ὅταν δὲ πταίσαντας ἴδωσιν, οὐδαμόθεν αὐτοῖς προσήκειν λέγουσιν οὐδʼ εἶναι δίκαιον οὐδὲν αὐτοῖς εὐνοίας γένους, ἀλλὰ μετοίκους ἀλλοεθνεῖς ἀποφαίνουσιν αὑτούς. περὶ μὲν τούτων ἕξομεν εὐκαιρότερον εἰπεῖν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8 Joseph. AJ 9 (English) >>Joseph. AJ 10

Powered by PhiloLogic